Ancient Greek
Catechesis 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 7.27
Not analysed yet
Αὕτη πρὸ πάντων δυνήσεται τοῦ ἐνδύματος τούτου τοῦ πνευματικοῦ τὴν φαιδρότητα διηνεκῶς ἡμῖν διαφυλάττειν καὶ μετὰ ταύτης ἡ δαψιλὴς ἐλεημοσύνη, τὸ κεφάλαιον τῶν ἡμετέρων ἀγαθῶν, ἡ σωτηρία τῶν ἡμετέρων ψυχῶν. Αὕτη ἡ συζυγία τὰ μυρία ἡμῖν ἀγαθὰ ἄνωθεν προξενῆσαι δύναται καὶ τὴν πυρὰν τῶν ἁμαρτημάτων σβέσαι τῶν ἡμετέρων ψυχῶν καὶ πολλὴν ἡμῖν παρασχεῖν τὴν παρρησίαν. Ταύτῃ τῇ συζυγίᾳ χρησάμενος ὁ Κορνήλιος εἰς τὸν οὐρανὸν τὰς εὐχὰς ἀνέπεμπε. Διὸ καὶ ἤκουσε παρὰ τοῦ ἀγγέλου· «Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ.»