Ancient Greek · ~2 min
Catechesis 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 7.30
Not analysed yet
Ποῦ νῦν εἰσιν οἱ τὰς πολυτελεῖς τραπέζας παρατιθέντες καὶ πολὺν τὸν ἄκρατον ἐγχεόμενοι καὶ διημερεύοντες ἐν τοῖς συμποσίοις καὶ οὔτε πρὸ τῆς ἑστιάσεως πολλάκις εὔχεσθαι αἱρούμενοι οὔτε μετὰ τὴν ἑστίασιν τὴν εὐχαριστίαν ἀναφέροντες, ἀλλὰ νομίζοντες πάντα αὐτοῖς ἐξεῖναι ἀδεῶς διαπράττεσθαι διὰ τὸ ἐν ἀρχαῖς εἶναι καὶ στρατιωτικοῖς καταλόγοις ἐναριθμεῖσθαι καὶ χλανίδα καὶ ζώνην περικεῖσθαι. Ὁράτωσαν τοῦ Κορνηλίου τούτου τὴν ἐν ταῖς εὐχαῖς προσεδρείαν, τὴν περὶ τὰς ἐλεημοσύνας δαψίλειαν, καὶ ἐγκαλυπτέσθωσαν.