Ancient Greek
Catechesis 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 7.31
Not analysed yet
Τάχα δὲ οὐκ ἐκείνοις μόνοις ἀξιόπιστος οὗτος γενήσεται διδάσκαλος, ἀλλὰ καὶ πᾶσιν ἡμῖν καὶ αὐτοῖς τοῖς τὸν τῶν μοναχῶν βίον ἐπανῃρημένοις καὶ τὴν ἐκκλησιαστικὴν λειτουργίαν ἀναδεδειγμένοις. Τίς γὰρ ἡμῶν ποτε δυνήσεται καυχήσασθαι ὅτι ἢ ἐν ταῖς εὐχαῖς τοσαύτην ἐπεδείξατο τὴν προσεδρείαν ἢ περὶ τὴν ἐλεημοσύνην οὕτω δαψιλὴς γέγονεν ὡς τοιαύτης ὀπτασίας ἄξιος γενέσθαι. Διό, παρακαλῶ, εἰ καὶ μὴ πρότερον, κἂν νῦν γοῦν ἅπαντες τοῦτον ζηλώσωμεν καὶ οἱ ἐν στρατείᾳ κατειλεγμένοι καὶ οἱ τὸν ἰδιωτικὸν βίον μετιόντες καὶ τῶν τοσούτων δωρεῶν ἀξιωθέντες, καὶ μὴ ἐλάττους γενώμεθα τοῦ μετὰ χλανίδος καὶ ζώνης τοσαύτην ἐπιδειξαμένου τὴν ἀρετήν. Τότε γὰρ δυνησόμεθα καὶ τοῦ ἐνδύματος ἡμῶν τούτου τοῦ πνευματικοῦ τὸ κάλλος ἀκμάζον διατηρῆσαι εἰ τὴν συζυγίαν τούτων τῶν ἀρετῶν μετὰ ἀκριβείας ἐπιδειξαίμεθα·