Ancient Greek · ~2 min
Catechesis 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 7.33
Not analysed yet
Ἐὰν γὰρ οὕτω διακαθαίρωμεν ἡμῶν τὴν διάνοιαν καὶ πᾶσαν σπουδὴν περὶ τὴν ταύτης ἔχωμεν ἐπιμέλειαν, εὐκολώτερον καὶ τῶν ἄλλων περιεσόμεθα παθῶν καὶ οὕτω κατὰ μικρὸν εἰς αὐτὴν τὴν κορυφὴν τῆς ἀρετῆς ἥξομεν καὶ πολλὰ ἐντεῦθεν ἤδη ἑαυτοῖς προαποθέμενοι τὰ ἐφόδια τὰ πνευματικά, δυνησόμεθα καὶ τῶν ἀπορρήτων ἐκείνων ἀγαθῶν ἀξιωθῆναι τῶν τεταμιευμένων τοῖς ἀγαπῶσιν αὐτόν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμή· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.