Ancient Greek · ~2 min
Catechesis 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 7.32
Not analysed yet
Εἰ δὲ βούλεσθε, καὶ ἕτερα ταύταις προσθῶμεν τὰ συντελεῖν δυνατὰ πρὸς τὴν φυλακὴν καὶ τὴν ἀφθαρσίαν τούτου τοῦ ἐνδύματος, τὴν σωφροσύνην λέγω καὶ τὸν ἁγιασμόν· «Εἰρήνην γὰρ διώκετε, φησίν, ὁ ἀπόστολος, καὶ τὸν ἁγιασμὸν οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον.» Καὶ ταύτην τοίνυν μετὰ ἀκριβείας μετερχώμεθα, καθ' ἑκάστην ὥραν τοὺς λογισμοὺς ἡμῶν διερευνώμενοι καὶ μὴ ἀφέντες ῥύπον τινὰ ἢ κηλῖδα τὴν ψυχὴν δέξασθαι ἐκ τῶν πονηρῶν ἐνθυμήσεων.