Ancient Greek
Catechesis 8
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 8.10
Not analysed yet
Τί λέγεις, ὦ μακάριε Παῦλε; Οὐκ ἔλαβον τὰς ἐπαγγελίας; Οὐ τὴν Παλαιστίνην πᾶσαν κατέσχον; Οὐ κύριοι τῆς γῆς γεγόνασι; Ναί, φησί· τὴν μὲν Παλαιστίνην εἰλήφασι καὶ τῆς γῆς τὴν κατάσχεσιν, ἀλλὰ τοῖς τῆς πίστεως ὀφθαλμοῖς περὶ ἕτερα τὴν ἐπιθυμίαν εἶχον. Ἐπήγαγεν οὖν λέγων· «Οἱ γὰρ ταῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ζητοῦσι καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον ἀφ' ἧς ἐξῆλθον, εἶχον ἂν καιρὸν ἀνακάμψαι· νῦν δὲ κρείττονος ὀρέγονται, τουτέστιν ἐπουρανίου.» Εἶδες αὐτῶν τὸν πόθον; Εἶδες αὐτῶν τὴν ἐπιθυμίαν; Εἶδες πῶς τοῦ Θεοῦ πανταχοῦ αἰσθητὰ ἐπαγγελομένου καὶ περὶ γῆς διαλεγομένου, οὗτοι ἐκείνην ἐζήτουν τὴν πατρίδα καὶ ἐκείνης ὀρέγοντο τῆς ἐπουρανίου; Διὰ γὰρ τοῦτο προσέθηκεν· «Ἧς τεχνίτης ἐστὶ καὶ δημιουργὸς ὁ Θεός.» Εἶδες πῶς τῶν νοητῶν ἐπεθύμουν καὶ ἐκεῖνα ἐφαντάζοντο τὰ μὴ τοῖς σωματικοῖς ὀφθαλμοῖς φαινόμενα ἀλλὰ τῇ πίστει νοούμενα;