Ancient Greek · ~3 min
Catechesis 8
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 8.9
Not analysed yet
Τάχα αἴνιγμα ὑμῖν εἶναι δοκεῖ τὸ εἰρημένον; Ἀλλὰ μὴ θορυβηθῆτε· ἐγὼ τὴν ἀπόδειξιν ἐπάγω ἵνα μάθητε ὅπως ὁ δίκαιος αἰσθητῶν ἐπαγγελίαν δεξάμενος περὶ τὰ νοητὰ τὴν ἐπιθυμίαν εἶχε. Πόθεν οὖν τοῦτο ἀκριβῶς εἰσόμεθα; Ἀκούσωμεν αὐτοῦ λέγοντος, μᾶλλον δὲ τοῦ μακαρίου Παύλου, τοῦ τῆς οἰκουμένης διδασκάλου, τοῦ μετὰ ἀκριβείας ταῦτα ἅπαντα ἐπισταμένου, περὶ αὐτοῦ λέγοντος, οὐ περὶ αὐτοῦ δὲ μόνον ἀλλὰ καὶ περὶ τῶν δικαίων πάντων. Μνημονεῦσαι γάρ ποτε βουλόμενος τοῦ καταλόγου τῶν δικαίων οἷον τοῦ Ἀβραάμ, τοῦ Ἰσαάκ, τοῦ Ἰακώβ φησι· «Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες μὴ κομισάμενοι τὰς ἐπαγγελίας ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς.»