Ancient Greek
Catechesis 8
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 8.12
Not analysed yet
Καὶ γὰρ ὁ πλοῦτος αὐτὸς οὐδὲ μέχρι τῆς ἑσπέρας πολλάκις παρέμεινε τοῖς αὐτὸν κατέχειν οἰομένοις, ἀλλὰ καθάπερ δραπέτης ἀγνώμων ἀπὸ τούτου πρὸς ἕτερον μεθίσταται, καὶ γυμνοὺς καὶ ἐρήμους ἀφίησι τοὺς μετὰ πολλῆς τῆς σπουδῆς αὐτὸν περιέποντας· ὅτι δὲ καὶ κινδύνοις πολλάκις περιέβαλεν ἀφορήτοις τοὺς πολλὴν περὶ αὐτὸν τὴν ἐπιθυμίαν ἔχοντας αὐτὴ τῶν πραγμάτων ἡ πεῖρα διδάσκαλος ἅπασι καθέστηκε. Τοιοῦτόν τί ἐστι καὶ ἡ δόξα ἡ ἀνθρωπίνη; ὁ γὰρ σήμερον λαμπρὸς καὶ ἐπίσημος παρὰ πᾶσι φαινόμενος ἀθρόον ἄτιμος γίνεται καὶ πᾶσιν εὐκαταφρόνητος.