Ancient Greek
Catechesis 8
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 8.13
Not analysed yet
Τί οὖν τούτων γένοιτ' ἂν οὐδαμινέστερον, τῶν πρὶν ἢ φανῆναι λέγω ἀφιπταμένων, τῶν οὐδέποτε ἱσταμένων ἀλλ' οὕτω ταχέως παρατρεχόντων τοὺς περὶ ταῦτα ἐπτοημένους; Καθάπερ γὰρ τὸν τροχὸν οὐδέποτε ἔστιν ἰδεῖν ἐπὶ τοῦ αὐτοῦ τῆς ἄντυγος μένοντα μέρους ἀλλὰ διηνεκῶς στρεφόμενον καὶ ἄνω καὶ κάτω περιαγόμενον, οὕτω καὶ ἐπὶ τῶν πραγμάτων ἔστιν ἰδεῖν. Ὀξύρροπος γὰρ τῶν ἀνθρωπίνων πραγμάτων ἡ μεταβολὴ καὶ ταχεῖα ἡ μετάπτωσις καὶ οὐδὲν βέβαιον οὐδὲ ἀκίνητον ἔχουσα, ἀλλὰ πάντα εὐπερίτρεπτα καὶ πολλὴν ἔχοντα τὴν πρὸς τὸ ἐναντίον ῥοπήν. Τί οὖν ἂν εἴη τούτων καταγελαστότερον τῶν πρὸς τὰ παρόντα κεχηνότων μὲν καὶ προσηλωμένων, τῶν δὲ διηνεκῶς ὄντων καὶ ἀεὶ μενόντων ταῦτα προτιμότερα ἡγουμένων;