Ancient Greek
Catechesis 8
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 8.14
Not analysed yet
Διὰ τοῦτο καὶ ὁ προφήτης σφοδρὰν τὴν κατηγορίαν ποιούμενος τῶν περὶ ταῦτα ἐπτοημένων φησίν· «Ὡς ἑστῶτα ἐλογίσαντο καὶ οὐχ ὡς φεύγοντα.» Ὅρα πῶς ἑνὶ ῥήματι παραστῆσαι αὐτῶν ἐβουλήθη τὴν οὐδένειαν, οὐκ εἶπεν ὡς παρεχόμενα, οὐκ εἶπεν ὡς μεταβαλλόμενα, οὐκ εἶπεν ὡς παρατρέχοντα, ἀλλὰ τί; ὡς φεύγοντα, τὸ τάχος αὐτῶν ἐνδείξασθαι βουλόμενος καὶ τὴν πολλὴν καὶ ἀθρόαν μεταβολὴν καὶ παιδεῦσαι ἡμᾶς μηδέποτε προστετηκέναι τοῖς ὁρωμένοις ἀλλ' ἐκείνοις μόνοις πεποιθέναι καὶ θαρρεῖν οἷς ἂν ὁ Θεὸς ἐπαγγέλληται.