Ancient Greek
Catechesis 8
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 8.22
Not analysed yet
Καὶ τοῦτο γὰρ τῆς αὐτοῦ σοφίας καὶ τῆς ἀφάτου φιλανθρωπίας τεκμήριον μέγιστον ὅτι τοῦ μείζονος ἐν ἡμῖν, τῆς ψυχῆς λέγω, τὴν ἐπιμέλειαν ἡμῖν ἐνεχείρισε διδάσκων ἡμᾶς δι' αὐτῶν τῶν πραγμάτων ὅτι αὐτεξουσίους ἡμᾶς εἰργάσατο καὶ ἐφ' ἡμῖν εἶναι κατέλιπε καὶ τῇ γνώμῃ τῇ ἡμετέρᾳ καὶ τὸ τὴν ἀρετὴν ἑλέσθαι καὶ τὸ πρὸς τὴν κακίαν αὐτομολῆσαι· τῶν δὲ σωματικῶν ἁπάντων αὐτὸς ὑπέσχετο τὴν πρόνοιαν παρέξειν, ἐντρέψαι βουλόμενος καὶ διὰ τούτου τὴν ἀνθρωπείαν φύσιν ὥστε μὴ τῇ οἰκείᾳ πεποιθέναι δυνάμει μηδὲ νομίζειν δύνασθαί τι συνεισφέρειν πρὸς τὴν τοῦ παρόντος βίου σύστασιν.