Ancient Greek
Catechesis 8
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 8.23
Not analysed yet
Διὰ δὴ τοῦτο ἡμᾶς τοὺς λόγῳ τετιμημένους καὶ τοσαύτης ἀξιωθέντας προσεδρείας ἐπὶ τὴν τῶν ἀλόγων μίμησιν παρορμᾷ καί φησιν· «Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά», ὡσεὶ ἔλεγεν· Εἰ τῶν ἀλόγων τῶν πετεινῶν τοσαύτην ποιοῦμαι φροντίδα ὡς ἄσπαρτα καὶ ἀνήροτα αὐτοῖς ἅπαντα παρέχειν, πολλῷ μᾶλλον ὑμῶν τῶν λογικῶν πλείονα ποιήσομαι τὴν ἐπιμέλειαν, εἰ τὰ πνευματικὰ τῶν σαρκικῶν προτιμῆσαι ἕλοισθε. Εἰ γὰρ καὶ ταῦτα δι' ὑμᾶς παρήγαγον καὶ τὴν κτίσιν ἅπασαν, ἐγὼ δὲ καὶ τούτων τοσαύτην ποιοῦμαι τὴν πρόνοιαν, πόσης οὐκ ἂν ὑμᾶς ἀξιώσω τῆς κηδεμονίας δι' οὓς καὶ ταῦτα ἅπαντα παρήχθη.