Ancient Greek · ~4 min
Catechesis 8
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 8.3
Not analysed yet
Ἤκουσαν γὰρ τοῦ μακαρίου Παύλου λέγοντος· «Κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί.» Καὶ πάλιν· «Ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ' ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὖται.» Καὶ ταῦτα δι' αὐτῶν τῶν ἔργων πληροῦν σπουδάζοντες λαμπροτέραν τῶν λόγων ἀφιᾶσι φωνήν, διὰ τῶν πράξεων ἀξίους ἑαυτοὺς ἀποφαίνοντες καὶ τοῦ μακαρισμοῦ τοῦ παρὰ τοῦ Χριστοῦ· «Μακάριος γάρ, φησίν, ὁ ποιήσας καὶ διδάξας.» Ὅταν γὰρ ἡ διὰ τῶν ἔργων προηγῆται διδασκαλία οὐκέτι χρεία τῆς διὰ τῶν λόγων παιδεύσεως. Καὶ ἴδοις ἂν τούτων ἕκαστον νῦν μὲν παρὰ τὸ βῆμα ἑστῶτα τὸ ἱερὸν καὶ τοὺς θείους νόμους ἀναγινώσκοντα καὶ τοὺς ὑπηκόους ἐκπαιδεύοντα, νῦν δὲ περὶ τὴν τῆς γῆς ἐπιμέλειαν πονούμενον καὶ ποτὲ μὲν ἄροτρον ἕλκοντα καὶ τὰς αὔλακας τῆς γῆς ἀνατέμνοντα καὶ τὰ σπέρματα καταβάλλοντα καὶ τοῖς κόλποις αὐτῆς παρακατατιθέμενον, ποτὲ δὲ τὸ τῆς διδασκαλίας ἄροτρον μεταχειρίζοντα καὶ εἰς τὰς τῶν μαθητευομένων ψυχὰς τὸν σπόρον τῶν θείων μαθημάτων ἐναποτιθέμενον.