Ancient Greek · ~2 min
Catechesis 8
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 8.4
Not analysed yet
Μὴ τοίνυν πρὸς τὸ σχῆμα ἁπλῶς ὁρῶντες καὶ τῆς γλώττης τὴν διάλεξιν παρατρέχωμεν αὐτῶν τὴν ἀρετήν, ἀλλ' ἀκριβῶς αὐτῶν καταμάθωμεν τὸν βίον τὸν ἀγγελικόν, τὴν φιλόσοφον διαγωγήν. Πᾶσα γὰρ τρυφὴ καὶ ἀδηφαγία παρὰ τούτοις ἀπελήλαται· οὐ μόνον δὲ ταῦτα ἀλλὰ καὶ ἡ λοιπὴ βλακεία ἡ ἐν ταῖς πόλεσι πολιτευομένη καὶ τοσαῦτα μόνον σιτοῦνται ὅσα πρὸς τὴν τῆς ζωῆς σύστασιν αὐτοῖς ἀρκέσαι δύναται, καὶ τὸν λοιπὸν ἅπαντα χρόνον ἐν ὕμνοις καὶ διηνεκέσιν εὐχαῖς τὴν ἑαυτῶν ἀπασχολοῦσι διάνοιαν καὶ ἐν τούτῳ τὴν ἀγγελικὴν διαγωγὴν μιμούμενοι.