Ancient Greek
Pg 166
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catechesis de juramento (series prima) 166
Not analysed yet
τῆς εὐορκίας ἡ κόλασις καὶ πρὸ τῆς διδασκαλίας τῆς ἡμετέρας, χαλεπωτέρα δὲ καὶ μετὰ τὴν διδασκαλίαν τὴν ἡμετέραν. "εἰ γὰρ μὴ ἦλθον", φησί, "καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας". τοῦτο καὶ ἐφ' ὑμῶν ἐστιν εἰπεῖν, ὅτι οὐδὲ μία λοιπὸν ὑμῖν ἀπολογία παραβαίνουσι. νῦν μὲν οὖν τὸ βάπτισμα, κἂν ἐπιορκίαν εὕρῃ, κἂν εὐορκίαν, κἂν πορνείαν, κἂν μοιχείαν, κἂν πᾶσαν τὴν κακίαν, ἀπορρύπτει καὶ καθαίρει μετὰ πολλῆς τῆς ἀκριβείας· γένοιτο δὲ καὶ εἰς τὸ ἑξῆς καὶ ὑμᾶς τὴν καθαρότητα διατηρῆσαι ταύτην, πάσης ἀπηλλαγμένους κηλῖδος, καὶ ἡμᾶς δυνηθῆναι παρρησίας τινὸς μετασχεῖν εὐχαῖς ταῖς ὑμετέραις· ἔξεστι γὰρ ὑμῖν καὶ ὑπὲρ διδασκάλων εὔχεσθαι λοιπόν. καὶ γὰρ μετὰ μικρὸν ἡμῖν ἀπὸ τῶν οὐρανῶν μέλλετε φαίνεσθαι τῶν ἀστέρων αὐτῶν φαιδρότερον λάμποντες. γένοιτο οὖν εὐχαῖς ταῖς ὑμετέραις παρρησίας ἡμᾶς μετασχεῖν ἅπαντας ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.