Ancient Greek
Pg 170
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catechesis ultima ad baptizandos (series prima) 170
Not analysed yet
τοῦτο καὶ ἐπὶ τῆς σῆς γίνεται σαρκός· εἰς γὰρ ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος τὸ βάπτισμα γίνεται. διὰ τοῦτο καὶ Ἰωάννης ἔλεγε παιδεύων ἡμᾶς, ὅτι οὐκ ἄνθρωπος ἡμᾶς βαπτίζει, ἀλλ' ὁ θεός· "ὀπίσω μου ἔρχεται ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ. αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί". διὰ τοῦτο καὶ ὁ ἱερεὺς βαπτίζων οὐ λέγει "Βαπτίζω τὸν δεῖνα", ἀλλὰ "Βαπτίζεται ὁ δεῖνα εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος", δεικνὺς ὅτι οὐκ αὐτός ἐστιν ὁ βαπτίζων, ἀλλ' ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον, ὧν καὶ τὸ ὄνομα ἐπικέκληται. διὰ τοῦτο καὶ ἡ σήμερον ἡμῶν ἀπαγγελία πίστις λέγεται, καὶ οὐδὲν ἕτερον ὑμῖν ἐπιτρέπομεν εἰπεῖν πρότερον, ἕως ἂν εἴπητε ὅτι "Πιστεύω". τὸ ῥῆμα τοῦτο θεμέλιος ἄσειστος, οἰκοδομὴν ἔχων ἄνωθεν ἀσάλευτον. διὰ τοῦτο καὶ Παῦλος φησί· "πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ θεῷ, ὅτι ἔστι". διὰ τοῦτο καὶ σὺ προσερχόμενος τῷ θεῷ πρῶτον πιστεύεις καὶ τότε τοῦτο φθέγγει τὸ ῥῆμα· ἐὰν γὰρ μὴ τοῦτο ᾖ, οὐδὲν τῶν ἄλλων οὔτε εἰπεῖν οὔτε νοῆσαι δύνασαι. καὶ ἵνα τὴν ἄρρητον ἐκείνην καὶ ἀμάρτυρον παραλείπω γέννησιν, ταύτην τὴν κάτω γενομένην, ἧς πολλοὶ μάρτυρες ἐγένοντο, παραγαγὼν εἰς μέσον δι' αὐτῆς σε τῶν πραγμάτων τῆς ἀποδείξεως πιστώσομαι, ὅτι πίστεως ἄνευ οὐ δυνατὸν οὐδὲ ταύτην καταδέξασθαί ποτε. ὁ ἀχώρητος, ὁ πάντα συνέχων καὶ διακρατῶν, εἰς μήτραν ἦλθε παρθενικήν· πῶς, εἰπέ μοι, καὶ τίνι τρόπῳ; ἀποδεῖξαι μὲν οὐκ ἔστιν· ἂν δὲ ἐπὶ τὴν πίστιν ἔλθῃς, ἐκείνη σε πληροφορῆσαι δυνήσεται· τὰ γὰρ ὑπερβαίνοντα τῶν ἡμετέρων λογισμῶν τὴν ἀσθένειαν τῇ τῆς πίστεως ἐπιτρέπειν διδασκαλίᾳ χρή. τοῦτον τὸν τρόπον τῆς γεννήσεως οὔτε Ματθαῖος οἶδεν αὐτὸς ὁ γράψας. ὅτι μὲν γὰρ "εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου" εἶπεν, τὸν δὲ τρόπον οὐκ ἐδίδαξεν. οὔτε Γαβριὴλ ἐπίσταται, καὶ γὰρ καὶ ἐκεῖνος τοῦτό φησι μόνον· "πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι". τὸ δὲ πῶς καὶ τίνι τρόπῳ οὐδὲ αὐτὸς ἐπίσταται.