Ancient Greek · ~8 min
Pg 169
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catechesis ultima ad baptizandos (series prima) 169
Not analysed yet
εἶτα ἐπάγει, "ἵνα ᾖ ἁγία καὶ ἄμωμος, μὴ ἔχουσα σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων". εἶδες αὐτὸ τῆς νεότητος τὸ ἄνθος, αὐτὴν τῆς ἡλικίας τὴν ἀκμήν; βούλει καὶ τὸ ὄνομα αὐτῆς μαθεῖν; πιστὴ καλεῖται καὶ ἁγία. "Παῦλος" γάρ φησιν "ἀπόστολος Χριστοῦ Ἰησοῦ τοῖς ἁγίοις τοῖς οὖσιν ἐν Ἐφέσῳ καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ". Ἀλλὰ τὸ ὄνομα τῆς νύμφης ἀκούσας ἀνέμνησα ἐμαυτὸν ὀφλήματος παλαιοῦ· καὶ γὰρ ἤμην ὑποσχόμενος ὑμῖν, τίνος ἕνεκεν πιστοὶ λεγόμεθα. τίνος οὖν ἕνεκεν λεγόμεθα; πράγματα ἐπιστεύθημεν οἱ πιστοί, ἅπερ οἱ τοῦ σώματος ἡμῶν ὀφθαλμοὶ ἰδεῖν οὐ δύνανται· οὕτως ἔστι μεγάλα καὶ φρικώδη καὶ τὴν φύσιν ὑπερβαίνει τὴν ἡμετέραν. οὔτε γὰρ λογισμὸς εὑρεῖν οὔτε λόγος ἀνθρώπινος ἑρμηνεῦσαι αὐτὰ δυνήσεται, μόνη δὲ ἡ τῆς πίστεως οἶδεν αὐτὰ διδασκαλία καλῶς. διὰ τοῦτο διπλοῦς ἡμῖν ἐποίησεν ὀφθαλμοὺς ὁ θεός, τοὺς μὲν τῆς σαρκός, τοὺς δὲ τῆς πίστεως. ὅταν εἰσέλθῃς εἰς τὴν ἱερὰν μυσταγωγίαν, οἱ μὲν ὀφθαλμοὶ τῆς σαρκὸς τὸ ὕδωρ ὁρῶσιν, οἱ δὲ ὀφθαλμοὶ τῆς πίστεως τὸ πνεῦμα βλέπουσι· κἀκεῖνοι μὲν τὸ σῶμα θεωροῦσι βαπτιζόμενον, οὗτοι δὲ τὸν παλαιὸν ἄνθρωπον θαπτόμενον· ἐκεῖνοι τὴν σάρκα λουομένην, οὗτοι τὴν ψυχὴν καθαιρομένην· ἐκεῖνοι τὸ σῶμα ἀναβαῖνον ἀπὸ τῶν ὑδάτων, οὗτοι τὸν καινὸν ἄνθρωπον καὶ ἀποστίλβοντα βλέπουσιν ἀναβαίνοντα ἀπὸ τῆς ἱερᾶς ταύτης καθάρσεως. κἀκεῖνοι μὲν τὸν ἱερέα βλέπουσιν ἄνωθεν ἐπιτιθέντα τὴν χεῖρα τὴν δεξιὰν καὶ τῆς κεφαλῆς ἁπτόμενον, οὗτοι δὲ τὸν ἀρχιερέα τὸν μέγαν ἐκ τῶν οὐρανῶν θεωροῦσι τὴν δεξιὰν τὴν ἀόρατον ἐκτείνοντα καὶ τῆς κεφαλῆς ἁπτόμενον· οὐ γὰρ ἄνθρωπός ἐστιν ὁ τότε βαπτίζων, ἀλλ' αὐτὸς ὁ μονογενὴς τοῦ θεοῦ παῖς. καὶ ὅπερ ἐπὶ τῆς δεσποτικῆς ἐγένετο σαρκός, τοῦτο καὶ ἐπὶ τῆς ἡμετέρας γίνεται· καθάπερ γὰρ ἐκείνην τῷ μὲν δοκεῖν Ἰωάννης ἀπὸ τῆς κεφαλῆς κατεῖχεν, ὁ δὲ θεὸς λόγος εἰς τὰ Ἰορδάνεια ῥεῖθρα κατῆγε καὶ ἐβάπτιζε καὶ ἄνωθεν ἡ πατρικὴ φωνὴ λέγουσα, "οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός", οὕτω καὶ τὸ πνεῦμα τὸ ἅγιον διὰ τῆς ἐπιφοιτήσεως.