Ancient Greek
Pg 109
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 109
Not analysed yet
νάστας δὲ γῆς κατέστρεψεν. 12,20a διαλλάσσων χείλη πιστῶν, 20b σύνεσιν δὲ πρεσβυτέρων ἔγνω· 12,21a ἐκχέων ἀτιμίαν ἐπ' ἄρχοντας, 21b ταπεινοὺς δὲ ἰάσατο. «οὐχὶ σοφίας καὶ ταῦτα», φησίν, «ἔργα τοῦ θεοῦ παράδοξα; οἶδα ἐγὼ καὶ τὰ πλεῖστα αὐτῶν» {φησίν}. 12,22a ὁ ἀποκαλύπτων, φησίν, βαθέα ἐκ σκότους, 22b ἐξήγαγε δὲ εἰς φῶς σκιὰν θανάτου. 12,23a πλανῶν ἔθνη καὶ ἀπολλύων αὐτά, 23b καταστρωννύων ἔθνη καὶ καθοδηγῶν αὐτά, 12,24a διαλλάσσων καρδίας ἀρχόντων γῆς, 24b ἐπλάνησε δὲ αὐτοὺς ὁδῷ ᾗ οὐκ ᾔδεισαν. 12,25a ψηλαφήσαισαν σκότος καὶ μὴ φῶς, 25b ἐπλανήθησαν δὲ ὥσπερ ὁ μεθύων. 13,1a ἰδοὺ ταῦτα ἑώρακέ μου ὁ ὀφθαλμὸς 1b καὶ τὸ οὖς μου ἀκήκοεν, 13,2a καὶ οἶδα, ὅσα καὶ ὑμεῖς ἐπίστασθε, 2b καί γε νεώτερος ὑμῶν ὢν οὐκ εἰμὶ ἀσυνετώτερος ὑμῶν. «τί γάρ; εἰ καὶ νεώτερός εἰμι», φησίν, «οἶδα ταῦτα σαφῶς.» 13,3a οὐ μὴν δὲ ἀλλὰ πρὸς κύριον λαλήσω ἐγώ, 3b ἐλέγξω δὲ ἐναντίον αὐτοῦ, ἐὰν βούληται. ὁρᾷς; τοῦτό ἐστιν, ὅπερ εἶπεν· «μὴ νομίσητε», φησίν, «εἴ τι βαρὺ καὶ ἐπαχθὲς εἶπον, ὑπὸ ἀγνοίας με ταῦτα λέγειν· οἶδα μὲν γάρ, ἅπερ εἶπον. οὐ μὴν ἀποστήσομαι τοῦ λέγειν πρὸς τὸν θεόν. μὴ γὰρ πρὸς ἄνθρωπον λέγω· πρὸς τὸν θεὸν τὸν εἰδότα τὰ ἀπόρρητα τῆς διανοίας. βέλτιόν μοι», φησίν, «πρὸς τὸν θεὸν κρίνεσθαι ἢ πρὸς ὑμᾶς.» 13,4a ὑμεῖς γάρ ἐστε ἰατροὶ ἄδικοι 4b καὶ ἰαταὶ κακῶν πάντες. 13,5a εἴη δὲ ὑμῖν κωφεῦσαι, 5b καὶ ἀποβήσεται ὑμῖν εἰς σοφίαν. ὅταν γάρ τις τὰ μὴ λόγον ἔχοντα φθέγγηται, βέλτιον σιγᾶν, καὶ σιωπῶν μᾶλλον ἔσται σοφὸς ἢ λέγων.