Ancient Greek
Pg 111
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 111
Not analysed yet
13,13 καὶ ἀναπαύσομαι, φησίν, θυμοῦ μου 13,14a ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσί μου. «ὥσπερ», φησίν, «οἱ κατεσθίοντες ἑαυτοὺς παραμυθίαν ἔχουσί τινα, ὥσπερ οἱ τὰς σάρκας τὰς ἑαυτῶν καταδάκνοντες ἐν ταῖς ὀδύναις ἔχουσί τινα παραμυθίαν, οὕτω καὶ ἐγὼ ταῦτα φθεγγόμενος.» 13,14b ψυχὴν δέ μου, φησίν, θήσομαι ἐν χερσί μου, 13, 15a ἐάν με χειρώσηται ὁ δυνάστης, ἐπεὶ καὶ ἦρκται. ἆρα οὐκ ἐκείνους ἐλεοῦμεν μᾶλλον ἢ εὐθύνας ἀπαιτοῦμεν; ἢ ἀνθρωποβόρους εἶναί φαμεν; οὐδαμῶς, ἀλλὰ δακρύομεν καὶ θρηνοῦμεν. τοῦτο παρὰ πάντα τήρει τὸν λόγον. ψυχὴν δέ μου, φησίν, θήσομαι ἐν χερσί μου, τουτέστιν· «ἀνελῶ ἐμαυτόν. ὥσπερ οἱ ἀναιροῦντες <ἑαυτοὺς> οὕτω καὶ ἐγὼ παραμυθοῦμαι, τοῦτό μοι παραμύθιόν ἐστιν. ἐὰν μή με ἀνέλῃ ὁ θεός, αὕτη μού ἐστιν ἡ παραμυθία, τὸ φθέγγεσθαι.» 13,15b οὐ μὴν δέ, φησίν, ἀλλὰ λαλήσω καὶ ἐλέγξω ὑμᾶς ἐναντίον αὐτοῦ, 13,16a καὶ τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν· 16b οὐ γὰρ εἰσελεύσεται ἐναντίον αὐτοῦ δόλος. τουτέστιν· «τοῦτό μοι ἔσται παραμυθία.» οὐ γὰρ ἐναντίον αὐτοῦ εἰσελεύσεται δόλος. «ὁρᾶτε, ὅτι οὐχὶ καθάπερ ὑμεῖς ἑτέρᾳ διανοίᾳ φθέγγομαι; οἶδα, ὅτι οὐδέν ἐστιν ὕπουλον παρ' αὐτῷ.» 13,17a ἀκούσατέ μου τὰ ῥήματα, 17b ἀναγγελῶ γὰρ ὑμῶν ἀκουόντων. 13,18a ἰδοὺ ἐγὼ ἐγγύς εἰμι τοῦ κρίματός μου. «βούλομαι», φησίν, «κριθῆναι, οὐ παραιτοῦμαι τὸ δικαστήριον.» 13,18b οἶδα ἐγώ, ὅτι δίκαιος ἀναφανοῦμαι. 13,19a τίς γάρ ἐστιν ὁ κριθησόμενός μοι, 19b ὅτι νῦν κωφεύσω καὶ ἐκλείψω; 13,20a δυεῖν δέ μοι χρεία, 20b τότε ἀπὸ τοῦ προ-