Ancient Greek
Pg 13
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 13
Not analysed yet
ἀλλ' ὅρα, ἐκεῖνοι μὲν παραγίνονται καθάπερ οἰκέται ἀναφέροντες τὰ πραττόμενα, καθάπερ καὶ ἐν τῷ Ζαχαρίᾳ ἔστιν ἰδεῖν, οὗτος δὲ οὐδὲν ἔχει εἰπεῖν. τὸ οὖν μετ' αὐτῶν ἦλθεν οὐδὲν ἄλλο ἐμφαίνει, ἀλλ' ἢ ὅτι καὶ αὐτὸς ὑπόκειται τῷ θεῷ, ἵνα τοῖς ὕλην εἰσάγουσι μὴ δῷ ἀφορμὴν ὁ λόγος. καὶ ὁ διάβολος, φησίν,—οὗτος δὲ οὐκέτι τοῦ θεοῦ· ἐκεῖνοι μὲν γὰρ τοῦ θεοῦ, οὗτος δὲ οὐκέτι τοῦ θεοῦ—, καὶ ὁ διάβολος ἦλθε μετ' αὐτῶν, οὐχὶ παρεστάναι ἐνώπιον κυρίου καθάπερ ἐκεῖνοι, ἀλλ' ἁπλῶς ἦλθεν. ἐκεῖνοι μὲν γὰρ παρρησίαν εἶχον εἰκότως καὶ παρεστάναι ἦλθον ἐνώπιον τοῦ θεοῦ, οὗτος δὲ οὐχὶ παρεστάναι ἐνώπιον τοῦ θεοῦ. εἰ γὰρ Κάϊν ἐξεβλήθη ἀπὸ προσώπου τοῦ θεοῦ, πολλῷ μᾶλλον οὗτος. τί οὖν ἐστι τὸ ἦλθε μετ' αὐτῶν; ὅτι μετ' αὐτῶν ἐστιν ἐν τῷ κόσμῳ τούτῳ. καθάπερ πονηροὶ καὶ ἀγαθοί εἰσιν ἄνδρες ἀναμεμιγμένοι, οὕτω καὶ ἄγγελοι καὶ δαίμονες. καί, εἰ βούλει, πιστώσομαί σε ἀπὸ τῶν γραφῶν. ἄκουε Παύλου λέγοντος· ὀφείλουσιν αἱ γυναῖκες ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους. καὶ πάλιν ὁ Χριστός· μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων, ὅτι οἱ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. καὶ πάλιν ἀλλαχοῦ περὶ τοῦ Πέτρου ἔλεγον οἱ ἀπόστολοι· ὁ ἄγγελος αὐτοῦ ἐστιν. καὶ ἐν τῇ παλαιᾷ ὁ Ἰακὼβ ἔλεγεν· ὁ ἄγγελος ὁ ῥυσάμενός με ἐκ νεότητός μου. καὶ τοῖς ἔθνεσιν ἄγγελοι ἐφεστήκασιν. ἔστησεν, γάρ φησιν, ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων αὐτοῦ. καὶ ἐν τῷ Δανιὴλ εὑρίσκομεν οὕτως εἰρημένον, ὅτι Μιχαὴλ ὁ ἄρχων ὑμῶν. καὶ ἐν τῇ παλαιᾷ πολλαχοῦ τοὺς ἀγγέλους οὐχὶ πρὸς οἰκονομίαν ἀφικνουμένους μόνον παρὰ τοῦ θεοῦ, ἀλλά τι καὶ ἐμπεπιστευμένους οἷον καθώς φησιν ὁ Παῦλος· ἀποστελλόμενοι διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτη-