Ancient Greek · ~6 min
Pg 135
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 135
Not analysed yet
21,3a βαστάσατέ με, ἐγὼ δὲ λαλήσω· 3b εἶτα μή μου καταγελᾶτε. 21,4a τί γάρ; μὴ ἐξ ἀνθρώπου ἡ ἔλεγξίς μου; 4b καὶ διὰ τί οὐ θυμωθήσομαι; 21,5a ἐμβλέψαντες εἰς ἐμὲ θαυμάσατε 5b χεῖρα θέντες ἐπὶ στόμα. 21,6a ἐάν τε γὰρ μνησθῶ, ἐσπούδακα, 6b ἔχουσι δέ μου τὰς σάρκας ὀδύναι. «θῶμεν γάρ», φησίν, «εἶναί με καὶ πονηρὸν καὶ ἀσεβῆ, ἀλλ' οὐδὲν ἀπὸ τούτων καρποῦμαι. καὶ οἶδα μέν, ὅτι καταγελάσεσθε, πλὴν οὐ φείδομαι.» τί γάρ; φησίν, μὴ ἐξ ἀνθρώπου ἡ ἔλεγξίς μου; τουτέστιν· «οὐδεὶς δύναταί με ἐλέγξαι, οὐκ ἔστι μοι πρὸς ἄνθρωπον ὁ ἀγών.» ἐὰν γὰρ μνησθῶ, ἐσπούδακα, ἔχουσι δέ μου τὰς σάρκας ὀδύναι. ὅρα πανταχοῦ, πῶς ἀπολογεῖται, πῶς τὰς ὀδύνας προτίθησιν, πῶς λέγει τὴν αἰτίαν τῶν ῥηθησομένων δεινῶν, ὅτι οὐκ οἴκοθεν οὐδὲ ἀπὸ καταστάσεώς τινος, ἀλλ' ἀπὸ ταραχώδους ψυχῆς καὶ ἐσκοτισμένων λογισμῶν ταῦτα φθέγγεται. 21,7a διὰ τί, φησίν, ἀσεβεῖς ζῶσιν, 7b πεπαλαίωνται δὲ καὶ πλούτῳ; τοῦτο πρὸς τὸν φίλον αὐτοῦ, ὅτι ἔλεγεν· χαρμονὴ ἀσεβῶν ἀπώλεια καὶ ὅτι· ἐὰν ἀνέλθῃ εἰς τὸν οὐρανὸν τὰ δῶρα αὐτῶν, καταστραφήσονται. 21,7a διὰ τί ἀσεβεῖς ζῶσιν, 7b πεπαλαίωνται δὲ καὶ πλούτῳ; 21,8a ὁ σπόρος αὐτῶν κατὰ ψυχήν, 8b τὰ δὲ τέκνα αὐτῶν ἐν ὀφθαλμοῖς αὐτῶν, 21,9a οἱ οἶκοι αὐτῶν εὐθηνοῦσιν, φόβος δὲ οὐδαμοῦ, 9b μάστιξ δὲ παρὰ κυρίου οὐκ ἔστιν ἐν αὐτοῖς. 21,10a ἡ βοῦς αὐτῶν οὐκ ὠμοτόκησεν, 10b διεσώθη δὲ αὐτῶν ἐν γαστρὶ ἔχουσα καὶ οὐκ ἔσφαλεν. 21,11a μένουσι δὲ ὥσπερ πρόβατα αἰώνια, 11b τὰ δὲ παιδία αὐτῶν προσπαίζει αὐτοῖς 21,12a ἀνα-