Ancient Greek
Pg 144
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 144
Not analysed yet
γὰρ ἐκάκωσεν τὸ ὕψωμα αὐτοῦ. 24b ἐμαράνθη δὲ ὥσπερ χλόη ἐν καύματι 24c ἢ ὥσπερ στάχυς αὐτόματος πεσὼν ἀπὸ καλάμης. 24,25a εἰ δὲ μή, τίς ἐστιν ὁ φάμενός με ψευδῆ λέγειν 25b καὶ θήσει εἰς οὐδὲν τὰ ῥήματά μου; 25,1 ΥΠΟΛΑΒΩΝ ΔΕ ΒΑΛΔΑΔ Ο ΣΑΥΧΙΤΗΣ ΛΕΓΕΙ· 25,2a τί γάρ ἐστι προοίμιον ἢ φόβος παρ' αὐτοῦ; τουτέστιν· πάντα φόβου γέμει καὶ τρόμου, καὶ οὐκ ἔστιν οὐδείς, ὃς δυνήσεται τὴν χεῖρα διαφυγεῖν ἐκείνην. 25,2b ὁ ποιῶν, φησίν, τὴν σύμπασαν ἐν ὑψίστῳ ἐστίν. 25,3a μὴ γάρ τις ὑπολάβοι, ὅτι ἔστι παρέλκυσις πειραταῖς; 3b ἐπὶ τίνας δὲ αὐτῶν οὐκ ἐπελεύσεται ἔνεδρα παρ' αὐτοῦ; 25,4a πῶς γὰρ ἔσται βροτὸς δίκαιος ἔναντι κυρίου; 4b ἢ τίς ἂν ἀποκαθαρίσαι ἑαυτὸν γεννητὸς γυναικῶν; ἐπειδὴ γὰρ εἶπεν· οὔπω ἐπισκοπὴν αὐτοῦ πεποίηται, «ναί», φησίν, «οὐκ ἔστι παρέλκυσις ἀνδράσι πειραταῖς.» καὶ μὴν τοὐναντίον τῶν συμβαινόντων φησίν· ἔστι γὰρ παρέλκυσις. ἀλλ' ὥστε ἐναντιωθῆναι τῷ Ἰὼβ ταῦτά φησιν οὗτος. πῶς γὰρ ἔσται βροτὸς δίκαιος ἔναντι κυρίου; ὅτι, πᾶσα ἀνάγκη, κολάζεται. ἐπειδὴ γὰρ ὁ Ἰὼβ ἔλεγεν, ὅτι «ἐβουλόμην ἐλθεῖν εἰς κρίσιν· εἰ καὶ μὴ ἥμαρτον, ἀλλ' ὅμως κολάζομαι», πρὸς τοῦτο οὗτός φησιν, ὅτι οὐκ ἔστι δίκαιος οὐδεὶς ἐν ἀνθρώποις. «πῶς γὰρ ἔσται δυνατὸν τοῦτο», φησίν, «δίκαιον ἕνα εἶναι καθόλου; ὥστε περιττῶς ζητεῖς τὴν κρίσιν καὶ τὴν ἐξέτασιν.» 25,4c οὐρανός, φησίν, οὐ καθαρός. 25,5A ὁ λέγων τῷ ἡλίῳ μὴ ἀνατέλλειν καὶ οὐκ ἀνατέλλει, 5a σελήνῃ δὲ συντάσσει, καὶ οὐκ ἐπιφαύσκει, 5b ἄστρα δὲ οὐκ ἄμεμπτα ἐναντίον αὐτοῦ. 25,6a ἔα δέ, πᾶς ἄνθρωπος σαπρία 6b καὶ υἱὸς ἀνθρώπου σκώληξ.