Ancient Greek
Pg 170
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 170
Not analysed yet
32,20 λαλήσω, φησίν, ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη μου. 32,21a ἄνθρωπον οὐ μὴ αἰσχυνθῶ, 21b ἀλλὰ μὴν οὐδὲ βροτὸν οὐ μὴ ἐντραπῶ. 32,22a οὐ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπον. τοῦτο ἐκείνους αἰνίττεται, ὅτι διὰ τοῦτο ἐσίγησαν αἰσχυνθέντες αὐτόν. 32,22b εἰ δὲ μή, καὶ ἐμέ, φησίν, σῆτες ἔδονται. ὥσπερ τοὺς προσωπολήπτας, καὶ μάλιστα, ὅταν ὁ θεὸς ἐν τῷ μέσῳ ᾖ καὶ ἀνθρώπους μᾶλλον τιμῶμεν. 33,1a οὐ μὴν δέ, φησίν, ἀλλ' ἄκουσον, Ἰώβ, τὰ ῥήματά μου 1b καὶ τὴν λαλιάν μου ἐνωτίζου. 33,2a ἰδοὺ γὰρ ἤνοιξα τὸ στόμα μου, <2b καὶ ἐλάλησεν ἡ γλῶσσά μου> ἐν τῷ λάρυγγί μου. 33,3a καθαρά μου ἡ καρδία ἐν ῥήμασιν, 3b σύνεσις δὲ χειλέων μου καθαρὰ νοήσει. τουτέστιν· «οὐκ ἀπὸ βασκανίας οὐδὲ ἀπὸ φθόνου ταῦτα φθέγγομαι.» ὥστε, εἰ καὶ τὰ αὐτὰ εἶπον οἱ τρεῖς φίλοι ἅπερ οὗτος, ἀλλ' ἴσως οὐ μετὰ τῆς αὐτῆς γνώμης οὐδὲ ὑπὲρ τοῦ θεοῦ, ἐπεὶ καὶ ὁ Ἰούδας καὶ οἱ ἕνδεκα τὰ αὐτὰ ἐφθέγξαντο περὶ τοῦ ἀλαβάστρου, ἀλλ' οὐ μετὰ τῆς αὐτῆς γνώμης. ὥστε μὴ τὰ ῥήματα ἐξετάζωμεν, ἀλλὰ τὴν διάνοιαν, μεθ' ἧς ἔλεγεν ἕκαστος. πῶς; οἱ μὲν αὐτὸν καταβαλεῖν βουλόμενοι, ὁ δὲ τοὐναντίον. καὶ ὅρα, ὕστερος οὗτος φθέγγεται πολλά, ὧν ὁ θεὸς μέλλει λέγειν, ἵνα μᾶλλον ὁ θεὸς ἀπολογήσηται, ὅταν καὶ παρὰ τοῦ ὁμοδούλου τὰ αὐτὰ ἀκούσῃ, ἅπερ ὕστερον παρὰ τοῦ δεσπότου. τοῦτο καὶ ἡμεῖς ποιοῦμεν ἐπὶ τῶν οἰκετῶν· ὅταν οἱ σύνοικοι αὐτοῖς ἐγκαλέσωσιν, τότε μάλιστα καὶ ἡμεῖς ἐπιτιθέμεθα. ἐκείνοις γὰρ ἐγκαλέσαι οὐκ ἔχει ὡς ἀδίκως τοῦτο ποιοῦσιν.