Ancient Greek
Pg 30
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 30
Not analysed yet
μὴ δὴ νομίζωμεν, ἀγαπητοί, ἴδιόν τι ἔχειν, καὶ οὐκ ἀλγήσομεν. τοῦτο καὶ περὶ τῶν παίδων ἐλογίζετο· οὐ γὰρ τῇ φύσει τῶν πραγμάτων, ἀλλὰ τῷ θεῷ τὸ πᾶν ἀνετίθει. καὶ ὅρα, ἐν πενίᾳ ἦν, οὐκ ἐξ ἀρχῆς ἀνατραφεὶς ἐν ταύτῃ ὥστε ῥᾴδιον αὐτὴν ἐνεγκεῖν, ἀλλὰ παρὰ προσδοκίαν ὁρῶν αὐτὴν προσπεσοῦσαν, ὅπερ ἐστὶ χαλεπώτερον. ἐξαίφνης ἄπαις ὁ πολύπαις γέγονεν. βέλτιον μὴ λαβεῖν ἢ οὕτω λαβεῖν, ἵνα μάθῃ, τίνος ἀπεστερήθη, ὥστε ἡ παρελθοῦσα εἰρήνη καὶ γαλήνη καὶ εὐημερία τὴν συμφορὰν χαλεπωτέραν εἰργάσατο. ἀλλ' ἆρα μὴ δυσχεραίνων ταῦτα ἔλεγεν; οὐδαμῶς. 1,21e εἴη τὸ ὄνομα κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. οὐχὶ νῦν ὅτε ἔλαβε μόνον οὐδὲ ὅτε ἔδωκε μόνον, ἀλλ' ἀεὶ καὶ διὰ παντός. οὐ μόνον οὐκ ἐβλασφήμησεν, ἀλλὰ καὶ ηὐλόγησεν· οὐ μόνον οὐχὶ σιγῇ τὴν συμφορὰν ἤνεγκεν, ἀλλὰ καὶ ἐδόξασεν, οὐκ εἰς τὸν παρόντα καιρόν, ἀλλὰ καὶ εἰς τὸν μέλλοντα. καίτοι τὸ μέλλον ἄδηλον, ἀλλ' ὅμως δεῖ εὐχαριστεῖν, ὅπερ ἂν γένηται. καὶ τοῖς βουλομένοις βλασφημεῖν ἐμφράττει τὰ στόματα, χαλινοῖ τὴν γλῶτταν. διὰ τί μὴ ἐξ ἀρχῆς εἶπε τοῦτο καὶ ηὐλόγησεν, ἀλλὰ καὶ λογισμοὺς τέθεικε δικαίους; ἵνα καὶ τοὺς βουλομένους βλασφημεῖν ἐπιστομίσῃ. εἰ προεῖπεν· εἴη τὸ ὄνομα κυρίου εὐλογημένον, ἔδοξεν ἂν ἁπλῶς φιλοσοφεῖν. νῦν δὲ καὶ λογισμοὺς δικαίους κινεῖ καὶ τοῖς βουλομένοις αὐτοῦ κατηγορεῖν πᾶσαν πρόφασιν ἀνεῖλεν. μὴ γὰρ ἔστω Ἰὼβ ὁ ταῦτα παθών, ἀλλά τις τῶν τυχόντων· «τίνος ἕνεκεν δυσχεραίνεις; οὐχὶ τὰ τοῦ θεοῦ εἶχες;» «ναί», φησίν, «τίνος ἕνεκεν ἔδωκεν, εἰ λαμβάνειν ἔμελλεν;» «δέον σε χάριν εἰδέναι ὑπὲρ τοῦ χρόνου οὗ ἐχρήσω, †σοὶ δὲ εἰ καί τις ἔχρησεν ἀργύριον καὶ παρακατέθετ. ταῦτα λεγέτωσαν οἱ πλουτοῦντες, κἂν μὴ ὦσιν