Ancient Greek
Pg 35
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 35
Not analysed yet
ἐπὶ χρησίμῳ. ἀλλὰ σὺ εἶπας ἀπολέσαι διὰ κενῆς. οὐκ εἶπεν, ὅτι διὰ κενῆς ἀπώλετο, ἀλλά· σὺ εἶπας ἀπολέσαι διὰ κενῆς. ἐπεὶ αὐτὸς μισθὸν οὐ τὸν τυχόντα ἔλαβε τῆς ἀπωλείας. «μὴ γὰρ τοῦτο ζήτει, ὅτι ἐγὼ πάλιν αὐτῷ ἀποδίδωμι, ἀλλ' ὅτι σὺ μάτην καὶ εἰκῇ τὸν ἄνθρωπον ἐσυκοφάντησας.» καὶ οὐδὲ οὕτως ᾐδέσθη οὐδὲ ἐνετράπη ὁ μιαρός, ἀλλὰ δευτέραν ζητεῖ πεῖραν, ἵνα κατὰ τοὺς Ὀλυμπιακοὺς ἀγῶνας δεύτερον βληθῇ. ἐπὶ στόματος, γάρ φησιν, δύο καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα. ἀλλ' ὅρα τὴν πολλὴν ἄνοιαν. εἶπεν, ὅτι «ἔτι ἔχεται ἀκακίας. τί προσεδόκησας;» «τὸ σῶμα πλῆττε», φησίν. ὁ λαβὼν ἀγύμναστον καὶ τοσαύτην ἐπιθεὶς κακῶν ἐπιθήκην καὶ μηδὲν ἰσχύσας, ἀλλ' ἰσχυροτέρου πειραθείς, οὐδὲ οὕτως ἀπέστη. ὅρα, μεθ' ὅσης ἐπιεικείας ἀποκρίνεται τῷ διαβόλῳ ὁ θεός, παιδεύων ἡμᾶς μὴ ἐπεμβαίνειν ἐν ταῖς εὐημερίαις. μέγα γὰρ ἐπιείκεια καὶ ὅταν κρατῶμεν. τί οὖν ὁ διάβολος ὁ ἀκόρεστος καὶ μηδέποτε λαμβάνων τέλος τῶν καθ' ἡμῶν κακῶν; 2,4a ὑπολαβὼν δὲ ὁ διάβολος εἶπε τῷ κυρίῳ· 4b δέρμα ὑπὲρ δέρματος· 4c καὶ πάντα ὅσα ὑπάρχει τῷ ἀνθρώπῳ, δώσει ὑπὲρ τῆς ψυχῆς αὐτοῦ. «κἂν σῶμα δέῃ δοῦναι ἕτερον, οὐ παραιτήσεται.» τουτέστιν· «εἰ καὶ τὰ παιδία ἔδωκεν, τοῦτο ἔθος τοῖς ἀνθρώποις. οὐδὲν τιμιώτερον ἀνθρώπῳ ἑαυτοῦ. οὔπω τῶν ἀναγκαίων ἅπτεται.» «καὶ μὴν σὺ ἔλεγες, ὅτι· ἐὰν ταῦτα ἀφέλωμαι, βλασφημήσει σε.» διὰ τί δὲ μὴ ἐξ ἀρχῆς τοῦτο ᾔτησεν; ἐλογίσατο, ὅτι «εἰ συμβαίη αὐτὸν ἡττηθῆναι, βέλτιον», φησίν, «ἀπὸ τῶν ἐλαττόνων τὴν νίκην ἐνεγκεῖν. εἰ δὲ μὴ περιγενοίμην ἀπὸ τῶν χρημάτων, ἀπὸ τοῦ σώματος περιέσομαι. καὶ αἰσχρὰ ἔσται αὐτῷ ἡ ἧττα, ἐὰν διὰ χρήματα