Ancient Greek
Pg 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 4
Not analysed yet
ἐπειδὴ γὰρ ἔλεγεν· οὐκ ἔστι δίκαιος, ὃς ποιήσει ἀγαθὸν καὶ οὐχ ἁμαρτήσεται, διὰ τοῦτό φησιν· ἄμεμπτος. οὐκ εἶπεν· ἀναμάρτητος, ἀλλ' ἄμεμπτος. οὐ μόνον ἐκεῖνα οὐκ ἔπραττε τὰ ἁμαρτίαν ἔχοντα, ἀλλ' οὐδὲ τὰ μέμψιν καὶ κατάγνωσιν· καὶ ἀκούσῃ αὐτοῦ ὕστερον λέγοντος. ὅταν γὰρ τὴν ἀρετὴν αὐτοῦ διηγῆται, τούτων ἀναμιμνῄσκου τῶν ῥημάτων. καὶ γὰρ καὶ τοῦτο τῆς συνέσεως αὐτοῦ· οὐ γὰρ διηγεῖται τὴν ἀρετήν, ἀλλ' ἢ ὅτε εἰς ἀνάγκην καταστῇ, καθάπερ Παῦλος ἔλεγεν· γέγονα ἄφρων καυχώμενος, ὑμεῖς με ἠναγκάσατε. διὰ τί ἄμεμπτος, ἐπειδὴ δίκαιος. ἀληθινός· εἰσὶ γὰρ ἄνθρωποι ψευδεῖς. ἀληθινὸς οὐκ ἐν ῥήμασι μόνον, ἀλλὰ καὶ ἐν πράγμασιν, τουτέστιν ἄνθρωπος ἀληθινός. τὸν θεὸν φοβοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε, ὅτι τοῦτο πᾶς ἄνθρωπος. ὥσπερ γὰρ οἱ ἀνδριάντες ψευδεῖς ἄνθρωποί εἰσιν, οὕτω καὶ οὗτοι ψευδεῖς ἄνθρωποί εἰσιν. εἰ γὰρ τοῦτο πᾶς ἄνθρωπος, τὸ φοβεῖσθαι τὸν θεόν, ὁ μὴ φοβούμενος τὸν θεὸν οὐκ ἄνθρωπος, ἀλλὰ ψευδὴς ἄνθρωπος. πρὸς τὰ ἀληθινὰ πράγματα τὴν ἐπιθυμίαν εἶχεν. διὰ τοῦτο θεοσεβής, ἀληθινός φησιν. εἶτα τὴν αἰτίαν λέγει πάντων τῶν ἀγαθῶν, ὅτι τὸν θεὸν ἔσεβεν· ἀπὸ γὰρ ἐκείνων ἐπέγνω τὸν θεόν. βίος γὰρ καλὸς τὸν θεὸν ἐπιγνῶναι ποιεῖ, ὡσπεροῦν καὶ φαῦλος τοὐναντίον. ἡ γὰρ τοῦ θεοῦ γνῶσις διὰ βίου εὑρίσκεται καὶ γίνεται βίου φυλακή, ὥστε οὐδαμόθεν ἑτέρωθεν ἑλληνισμός, ἀλλ' ἢ ἀπὸ βίου ἀκαθάρτου. πᾶς γάρ, φησίν, ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς. ἀπεχόμενος, φησίν, ἀπὸ παντὸς πονηροῦ πράγματος. οὐκ εἶπεν· οὐ ποιῶν, ἀλλὰ καί· μακρὰν ὢν παντὸς πράγματος πονηροῦ, καὶ οὐκ ἔχεις εἰπεῖν, ὅτι δι' ἀσθένειαν. ἵνα γὰρ μή τις λέγῃ· «δίκαιος ἦν, εἰ δὲ μήτι», φησίν, καί· «ἀληθινὸς ἦν, εἰ δὲ μήτι».