Ancient Greek
Pg 43
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 43
Not analysed yet
παραμυθίαν καὶ εἴ τις ταῦτα ἔλεγε τὰ ῥήματα ἀποτειχίζων αὐτῷ τὴν συμβουλήν. ἐπειδὴ γὰρ ἑώρα μᾶλλον ἑτέρους ἀλγοῦντας ἢ τὸν παθόντα αὐτὸν παρεμυθεῖτο τὴν ἐκείνων ἀσθένειαν. καί φησιν· 2,9Ba ἰδοὺ γὰρ ἠφάνισται τὸ μνημόσυνόν σου ἀπὸ τῆς γῆς, 9Bb οἱ υἱοί σου καὶ αἱ θυγατέρες, τῆς ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι, 9Bc οὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ μόχθων. ὅρα κακοῦργον καὶ πολυμήχανον γύναιον. οὐ μέμνηται τῶν χρημάτων, οὐκ ἄγει εἰς μέσον τῶν θρεμμάτων τὴν ἀπώλειαν, ἀλλ' ὃ μάλιστα αὐτοῦ καθάψασθαι δυνατὸν ἦν, τοῦτο πρῶτον. ᾔδει μεγαλόψυχον ὄντα καὶ οὐδὲν ἡγούμενον τὴν ἐκείνων ἀπώλειαν. ἵνα οὖν μὴ τὸ πάθος ἀσθενέστερον ποιήσῃ, ἀλλὰ διεγείρῃ τὴν τραγῳδίαν, τὸ πάντων ἀφορητότερον καὶ ὑπὲρ οὗ μάλιστα ἤλγησε καὶ ὃ μάλιστα αὐτὸν ἔδακνεν, τοῦτο τίθησιν. καὶ ὅρα, πῶς περιπαθῶς, πῶς ἐλεεινῶς· ἰδοὺ γάρ, φησίν, ἠφάνισταί σου τὸ μνημόσυνον, μονονουχὶ δεικνύουσα πάλιν τὴν συμφορὰν καὶ τὰ λήθῃ παραδοθέντα ἀνανεοῦσα τῇ μνήμῃ. οὐ λέγει τὰ παρόντα, ἀλλὰ καὶ τὰ παρελθόντα ὥστε πολλὴν ἐργάσασθαι σύγχυσιν ἐν τῷ λογισμῷ. μετὰ τῆς αὐτῆς ἐπιβουλῆς, ἧς αὐτῷ προσῆλθεν ὁ διάβολος, μετὰ τῆς αὐτῆς καὶ αὕτη τὴν συμβουλὴν ἐπάγει τῇ μνήμῃ τῶν παίδων αὐτὸν θορυβήσασα καὶ προσδοκήσασα ταύτῃ τρέψειν τὸν λογισμόν. εἶτα οὕτω τὸ κεφάλαιον αἴρει τῶν κακῶν· οὐκ εἶπεν· «ἐτελεύτησαν», ὃ κοινὸν τῆς ἁπάντων ἀνθρώπων συμφορᾶς ἐστιν ὄνομα, οὐκ εἶπε τὴν συνήθη προσηγορίαν, ἀλλὰ τί; ἠφάνισταί σου τὸ μνημόσυνον. ἐμοὶ δοκεῖ καὶ τὸ τῆς συμφορᾶς ὠμὸν παραστῆσαι βουλομένη ταῦτα εἶπεν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· «ποίαν προσδοκᾷς ἔσεσθαί σοι μεταβολήν; μὴ τοὺς ἀπελθόντας ἐπανελθεῖν ἔνι λοιπόν, μὴ τοὺς ἀφανισθέντας ζωοποιηθῆναι;» τὰ γὰρ παιδία καὶ