Ancient Greek
Pg 47
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 47
Not analysed yet
ὥσπερ διὰ τοῦ ὄφεως πρότερον, οὕτω διὰ τῆς γυναικὸς νῦν. «ἂν κατηγορήσω τοῦ θεοῦ», φησίν, «οὐ δέχεται τὴν συμβουλήν. ἐπαίρω τὰ δεινά. ἐμὲ ἐλέησον.» καὶ ποία σοι τῶν δεινῶν παραμυθία ἀπελθόντος τούτου; τίς παραψυχή; οὐχὶ δὲ μᾶλλον ἐπιταθήσεται; νῦν μὲν γὰρ ἐλπίσαι ἔστι τι χρηστόν, τότε δὲ οὐκέτι, ἀλλὰ χηρεία ἀπαραμύθητος. ἐμοὶ δοκεῖ καὶ αἰσχύνεσθαι αὐτήν. τίνα οὐκ ἂν ἐθορύβησε ταῦτα; τίνα οὐκ ἂν ἰλιγγιάσαι ἐποίησε τὰ λεγόμενα; τί οὖν ὁ γενναῖος οὗτος καὶ φιλόθεος ἀνήρ; 2,10a ὁ δὲ ἐμβλέψας αὐτῇ εἶπεν. καὶ καλῶς εἶπεν· ἐμβλέψας αὐτῇ. τὸν θυμὸν ἐνέφηνε διὰ τῆς ὄψεως οὐκ ἀρκούντων τῶν ῥημάτων αὐτῆς καθάψασθαι. καὶ ὅρα, πῶς μεμετρημένως· οὐδὲν χαλεπαίνοντος οὐδὲ δυσχεραίνοντος ῥῆμα προήκατο· καὶ τὴν γυναῖκα ἐπέγνω καὶ τὴν συμβουλὴν οὐκ ἐδέξατο. οὐκ εἶπεν· «ἄφρων εἶ καὶ ἀνόητος», ἀλλὰ τί; 2,10b ἵνα τί ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν οὕτως ἐλάλησας; τουτέστιν· «οὐδὲν ἄξιον σαυτῆς οὐδὲ τῆς ἀνατροφῆς καὶ τῆς παρ' ἐμοῦ παιδεύσεως ἐφθέγξω. οὐκ ἔστι σὰ τὰ ῥήματα ταῦτα.» οὐ γὰρ ὅπως αὐτὴν ἐξυβρίσειε μόνον ἐσπούδαζεν, ἀλλὰ καὶ ὅπως ἀπαγάγοι τῆς πονηρᾶς ταύτης διανοίας. 2,10c εἰ τὰ μὲν ἀγαθά, φησίν, ἐδεξάμεθα παρὰ κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; τουτέστιν· «εἰ καὶ μόνον κακὰ ἦν, φέρειν ἔδει. κύριός ἐστι καὶ δεσπότης. οὐχὶ ἐξουσίαν ἔχει πάντα ἐπαγαγεῖν; τίνος ἕνεκεν ἔδωκε τὰ ἀγαθά; οὐχ ὡς ἀξίοις. μὴ τοίνυν μηδὲ νῦν ὡς παρ' ἀξίαν ταλαι-