Ancient Greek
Pg 53
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 53
Not analysed yet
αἰῶνος 18b οὐκ ἤκουσαν φωνὴν φορολόγου. 3,19a μικρὸς καὶ μέγας ἐκεῖ ἐστι 19b καὶ θεράπων οὐ δεδοικὼς τὸν κύριον αὐτοῦ. τί λέγεις, ὅτι ἀσεβὴς καὶ πονηρὸς ἐγώ, ἀλλὰ καὶ οὗτοι ταύτης ἔτυχον τῆς παραμυθίας; 3,20a ἵνα τί γάρ, φησίν, δέδοται τοῖς ἐν πικρίᾳ ψυχῆς φῶς, 20b ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς; 3,21a οἳ ὁμείρονται τοῦ θανάτου καὶ οὐ τυγχάνουσιν, 21b ἀνορύσσουσι δὲ αὐτὸν ὥσπερ θησαυρόν, 3,22 περιχαρεῖς δὲ ἐγένοντο, ἐὰν κατατύχωσιν αὐτοῦ. 3,23a θάνατος γὰρ ἀνδρὶ ἀνάπαυσις, οὗ ἡ ὁδὸς ἀπεκρύβη· 23b συνέκλεισε γὰρ ὁ θεὸς κατ' αὐτοῦ. θαύμασον καὶ ἐνταῦθα αὐτοῦ τὴν εὐλάβειαν, πῶς ἐπιθυμεῖ τοῦ θανάτου καὶ οὐ τυγχάνει, καὶ οὐκ ἐτόλμα ἑαυτὸν διαχρήσασθαι. ταῦτα δὲ οὐχὶ ἐγκαλοῦντός ἐστιν, ἀλλὰ διαποροῦντος καὶ τὴν αἰτίαν οὐχ εὑρίσκοντος. ὥσπερ ὁ Χριστὸς εἰπὼν καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη οὐδὲν ἕτερον ἐδήλωσεν, ἀλλ' ἢ ὅτι δεινὰ αὐτὸν ἀναμένει καὶ χαλεπά, οὕτω καὶ ἐνταῦθα ὁ Ἰὼβ λέγων «εἴθε μὴ ἐγεννήθην» οὐ τῆς δημιουργίας τοῦ θεοῦ κατατρέχει, ἀλλὰ τὸ μέγεθος τῆς συμφορᾶς παρίστησιν. διὰ τί «εἴθε μὴ ἐγεννήθην»; ὅτι ἄδικόν τι πέπονθας; «οὐδαμῶς» φησίν, «ἀλλ' ὅτι οὐ φέρω τὴν συμφοράν.» καὶ ὅρα τὴν εὐλάβειαν· ἅπαντα τὸν θυμὸν εἰς τὴν ἡμέραν ἐκχέει οὐ τολμῶν τοῦτον ὑπερβῆναι τὸν ὅρον, ἀλλ' ἀεὶ τὰ αὐτὰ καὶ συνεχῶς λέγων ἡμέρα καὶ νὺξ καὶ νὺξ καὶ ἡμέρα καὶ πλέον οὐδέν· καίτοι ἤρκει τὸ πρῶτον