Ancient Greek
Pg 59
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 59
Not analysed yet
ἀθυμίαν ἐντίθησι καὶ κατηγορίας μακροὺς ἀποτείνει λόγους. διὸ καί τίς φησιν· ψυχὴν παρωργισμένην μὴ προσταράξῃς. ἀλλ' ἴδωμεν, τί φησιν, καὶ φύγωμεν τὴν μίμησιν. τί οὖν λέγει μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ; "κόπον" οἶδεν ἡ γραφὴ τὴν ἁμαρτίαν λέγειν, ὡς ὅταν λέγῃ· ὑπὸ τὴν γλῶσσαν αὐτοῦ κόπος καὶ πόνος. οὐκ εἶπεν· «μὴ ἔπραξάς τι πονηρόν», ἀλλά· μὴ λελάληταί σοι. ἐπειδὴ γὰρ ἔλαμπεν ὁ βίος αὐτοῦ πανταχοῦ καὶ πολλὰ τῆς ἀρετῆς ὑπομνήματα πανταχοῦ τῆς γῆς εἶχεν, «μὴ τοῦτο», φησίν, «εἴπῃς, ὅτι αἱ πράξεις σου καλαὶ καὶ ἀγαθαί· συμβαίνει γὰρ ἐν τοῖς ῥήμασι γεγενῆσθαι τὴν ἁμαρτίαν.» {ἰσχὺν δὲ ῥημάτων σου τίς ὑποίσει; }καὶ ὅρα, τὸ μὴ πολλάκις σοι λελάληται οὐχὶ φειδομένου ἐστὶν ἀμφισβήτησις καὶ ἀμφιβολία, ἀλλὰ μὴ ἔχοντος ἐλέγξαι σαφῶς. ἰσχὺν δὲ ῥημάτων σου τίς ὑποίσει; τί γὰρ εἶπεν; ηὔξατο ἀποθανεῖν καὶ ἀπαλλαγῆναι τῆς παρούσης ζωῆς. μὴ γὰρ εἶπεν, ὅτι «δίκαιος ὢν καὶ μεγάλα κατωρθωκὼς τοιαῦτα πάσχω»; ἀλλ' «ἐβουλόμην», φησίν, «μετὰ τῶν ἀσεβῶν, μετὰ τῶν οἰκετῶν, μετὰ τῶν ἐκτρωμάτων ἀπελθεῖν, τῶν αὐτῶν τυχεῖν ὧν καὶ οἱ ἀσεβεῖς.» οὐκ εἶπεν· «ἐγὼ ὁ τοιοῦτος καὶ τοσοῦτος.» 4,3a εἰ γὰρ σὺ ἐνουθέτησας πολλοὺς 3b καὶ χεῖρας ἀσθενούντων παρεκάλεσας, 4,4a ἀσθενοῦντας δὲ ἐξανέστησας ῥήμασιν, 4b γόνασι δὲ ἀδυνατοῦσι περιέθηκας θάρσος. ὅρα, τέως τὴν ἐν τοῖς ῥήμασιν αὐτοῦ λέγει βοήθειαν καὶ συμμαχίαν δεικνύς, ὅτι οὐδὲ τοῦτο μικρόν. εἰ γὰρ εἶπεν· «εἰ σὺ παρεκάλεσας χρήμασιν, πῶς σαυτὸν οὐ δύνασαι παρακαλέσαι;» ,ἐνῆν εἰπεῖν τὴν πενίαν. «εἰ δὲ λόγοις πολλοὺς παρεκάλεσας», φησίν,