Ancient Greek
Pg 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 6
Not analysed yet
οἰκίας χρυσορόφους εἶχεν. οὐκ ἦν ὁ πλοῦτος ἄκαρπος· ἀπὸ μὲν γὰρ προβάτων καὶ βοῶν δυνατὸν ἦν εὖ ποιεῖν τοῖς δεομένοις, ἀπὸ δὲ χρυσοῦ ὀρόφου οὐκέτι. μέγας οὗτος ὁ πλοῦτος· οὐδεὶς κωλύεται τοῦτον ἔχειν. καὶ ἔργα, φησίν, μεγάλα ἦν αὐτῷ ἐπὶ τῆς γῆς. οἱ μὲν τὰ πνευματικά φασιν—ὄντως γὰρ μεγάλα ἔργα ταῦτα—, οἱ δὲ τὰς ἀμπέλους, τὰς ἐλαίας καὶ ἄλλα τοιαῦτα. πλὴν ἐκεῖνο ἔργον μέγα ἐστὶ τὸ μένον, τὸ μὴ διαλυόμενον καὶ παυόμενον, τὸ μὴ καταπῖπτον. ὁρᾷς, ἐν ὅσῳ πλούτῳ δίκαιος καὶ ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος; 1,3g καὶ ἦν, φησίν, ὁ ἄνθρωπος ἐκεῖνος εὐγενὴς τῶν ἀφ' ἡλίου ἀνατολῶν. ἀνατολικὸν αὐτὸν καλεῖ. πάντων, φησίν, λαμπρότερος ἦν καὶ περιφανέστερος, καὶ προγόνους εἶχεν ἀριθμεῖν ἐπισήμους καὶ λαμπρούς. τί αὐτὸν οὐκ ἂν ἐπῆρεν εἰς ὑπερηφανίαν ἡ κατὰ ψυχὴν ἀρετή, ἡ ἐν πᾶσιν εὐπραγία, τὸ μόνον εἶναι τοιοῦτον καὶ πλούσιον καὶ ἐνάρετον, τὸ προγόνων εἶναι θαυμαστῶν; ἀλλὰ ταῦτα ἐπὶ μὲν τῶν ἀσεβῶν ὅταν ἐκβαίνῃ, ἄκουσον, τί φησιν ὁ προφήτης· διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία εἰς τέλος, περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν ἑαυτῶν. καὶ πάλιν αὐτὸς οὗτός φησιν· διὰ τί ἀσεβεῖς ζῶσιν, πεπαλαίωνται δὲ ἐν πλούτῳ; αὐτὸς δὲ οὐχ οὕτως ἦν. οὐκ ἄρα ἡ τοῦ πλούτου φύσις τούτων αἰτία, ἀλλ' ἡ γνώμη τῶν οὐ δεόντως αὐτῷ χρωμένων. ὁρᾷς ἐνταῦθα οὐ καπηλείαν, οὐκ ἐμπορίαν ἄδικον, οὐ πραγματείαν, οὐκ ἄλλο τοιοῦτον οὐδέν, ἀλλὰ τὸν ἔννομον πλοῦτον, τὴν φυσικὴν εὐπορίαν, ἣν αὐτὸς ὁ θεὸς εἰργάζετο. οὐχ ὁρᾷς ἐνταῦθα ἵππους, οὐδὲν ἀλαζονικόν, οὐδὲν φιλότιμον, οὐδὲν μειρακιῶδες, ἀλλὰ πάντα χρήσιμα. ταῦτα καὶ ἐπὶ τοῦ Ἀβραὰμ ἔστιν εἰπεῖν. καὶ γὰρ καὶ ἐκείνῳ ὁ πλοῦτος ἐν τούτοις ἦν, πρὸς ἐργασίαν γῆς, πρὸς ἐπιμέλειαν τῶν ἀναγκαίων. ὁ