Ancient Greek
Pg 65
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 65
Not analysed yet
πολλοὺς ὄντας ἀδίκους καὶ οὐδὲν πάσχοντας τοιοῦτον, «ἀλλ' ἐν ὀνείροις», φησίν. ἐπειδὴ γὰρ οὐκ εἶδε τὸν θεὸν οὐδὲ χειρὸς ᾔσθετο ἁπτομένης αὐτοῦ, «μὴ θαυμάσῃς», φησίν· «ἀοράτως γὰρ κολάζει, ἐπεὶ καὶ ἐμὲ πολλάκις ἐτάραξεν ἐν ἐνυπνίοις καὶ οὐδεμίαν αἴσθησιν ἔσχον τῶν γενομένων, ἀλλ' ἢ αὔραν καὶ φωνὴν ἤκουον. τοῦτο μόνον», φησίν, «ὡς οἶδεν ὁ θεός, συνταράττει, καὶ μὴ θαυμάσῃς.» ταῦτα δὲ πάντα λέγει, ἵνα δείξῃ, ὅτι παρ' αὐτοῦ ἐστιν ἡ ὀργή. ἐμοὶ δοκεῖ καὶ ἕτερόν τι αἰνίττεσθαι· ἐπειδὴ γὰρ τὸν ἔμπροσθεν πάντα βίον γαληνὸν διήγαγεν, «τί οὖν;» φησίν· «εἰ ἐν ὀνείροις σε ἐτάραξεν, πόθεν ἴσμεν; εἰ δὲ καὶ προεῖπεν ὥστε φοβηθῆναι καὶ προφυλάξασθαι, σὺ δὲ οὐκ ἐφυλάξω; ἐγὼ δὲ πολλὰ τοιαῦτα ὑπέστην.» καὶ οὐχ ἡγῇ τὸν βίον ἀβίωτον εἶναι τῶν καθ' ἑκάστην ἡμέραν ταραττομένων καὶ θορυβουμένων, κἂν ἐν ἡμέρᾳ διὰ παντὸς ἐν εὐπραγίᾳ διατελῶσιν; ἐμοὶ γὰρ τοῦ ἐν ἡμέρᾳ χαλεπώτερον εἶναι δοκεῖ, ὅταν τις αὐτὸν τῆς ἀναπαύσεως προσχώσῃ τὸν λιμένα. εἰ γάρ τις τὸν ὁδοιπόρον <τὸν> δι' ὅλης ἡμέρας φλογμῷ παλαίοντα καὶ ταλαιπωρίᾳ, ἑσπέρας ἀναπαύσασθαι βουλόμενον εἰς τὸ καταγώγιον, ἀπελάσειεν ἰνδάλματά τινα δεικνὺς καὶ θορύβους ψυχῆς, ἆρ' οὐχ ἡγῇ τῶν κατὰ τὴν ὁδὸν δεινὰ πασχόντων δεινότερα πείσεσθαι; 4,13a ἐξαίσιοι γάρ, φησίν, παρ' αὐτοῦ φόβοι καὶ ἤχῳ νυκτερινῷ 13b ἐπιπίπτων φόβος ἐπ' ἀνθρώπους. 4,14a φρίκη δέ μοι συνήντησε καὶ φόβος, 14b καὶ μεγάλως μου τὰ ὀστᾶ συνέσεισεν, 4,15a καὶ πνεῦμα ἐπὶ πρόσωπόν μου ἐπῆλθεν· 15b ἔφριξαν δέ μου τρίχες καὶ σάρκες, 4,16a καὶ ἀνέστην καὶ οὐκ ἐπέγνων, 16b εἶδον καὶ οὐκ ἦν μορφὴ πρὸ ὀφθαλμῶν μου, 16c ἀλλ' ἢ αὔραν καὶ φωνὴν ἤκουον.