Ancient Greek
Pg 67
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 67
Not analysed yet
τί δέ ἐστιν οὐ πιστεύει; ὡς δικαίοις καὶ ἀμέμπτοις καὶ οὐκ ἂν ἁμαρτοῦσιν, ἐμοὶ δοκεῖ, ὅτι δεκτικὴ τῶν ἐναντίων ἡ φύσις αὐτῶν. τί ἐστι σκολιόν τι ἐπενόησεν; «οὐκ ἀφῆκεν», φησίν, «ἐν τῇ φύσει αὐτῶν εἶναι τὸ ἐνάρετον.» καὶ καλῶς εἶπεν ἐπενόησεν, ἵνα μὴ τὸ τῆς φύσεως μεγαλεῖον αὐτοὺς ἐπάρῃ, ἀλλὰ διὰ παντὸς ὦσιν ὑποτεταγμένοι τῷ θεῷ. καθάπερ γὰρ ἐπὶ τῶν ἀνθρώπων· οὐκ ἔχων ὁ ἄνθρωπος ἐν τῇ φύσει τὸ ἀθάνατον ὅμως ἐπήρθη, εἰ δὲ καὶ ἐν τῇ φύσει ἔσχεν, τί οὐκ ἂν ἐγίνετο; 4,18c οὐρανὸς δέ, φησίν, οὐ καθαρὸς ἐνώπιον αὐτοῦ. τουτέστιν· ἡ τοσαύτη τῆς φύσεως καθαρότης κηλίς ἐστι πρὸς ἐκεῖνον, οὐχ ὡς τοῦ οὐρανοῦ προαίρεσιν ἔχοντος, ἀλλὰ τὴν κατὰ φύσιν καθαρότητα παραβάλλει τῇ καθαρότητι τῆς ἀρετῆς τοῦ θεοῦ. 4,19a ἔα δὲ τοὺς κατοικοῦντας οἰκίας πηλίνας. «τί χρὴ λέγειν περὶ τῶν ἀνθρώπων;» φησίν. καὶ πρῶτον ἀπὸ τῆς οἰκίας ἔβαλε τὴν φύσιν, εἶτα ἐξευτελίζει αὐτὴν καὶ ἑτέρωθεν. οὐκ ἤρκει εἰπεῖν, ὅτι ἀπὸ πηλοῦ ἐσμεν, ἀλλὰ καὶ ποίου πηλοῦ. ἀπὸ τοῦ χείρονος τὴν φύσιν ἐκάλεσεν, μονονουχὶ λέγων, ὅτι καθάπερ ἡμῖν τῆς φύσεως ἡ κατασκευὴ αἰτία τῶν ἁμαρτημάτων γίνεται, οὕτω καὶ τοῖς ἀγγέλοις ἐστί τι, ὃ ἐπενόησεν ὁ θεὸς πρός τε τὸ ταπεινοῦσθαι αὐτοὺς καὶ καταστέλλεσθαι· καὶ γὰρ καὶ καθ' ἡμῶν τοῦτο ἐπενόησεν τὴν σοφίαν αὐτοῦ δεικνὺς διὰ τοῦ εἰπεῖν ἐπενόησεν, οὐχ ὡς πολλὰ καμόντος, ἀλλ' ὡς σοφόν τι καὶ συνετὸν εὑρηκότος.