Ancient Greek
Pg 72
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 72
Not analysed yet
5,13b βουλὰς δὲ πολυπλόκων ἐξέστησεν. ἀντὶ τοῦ· ἀκύρους ἐποίησεν. ταῦτα πρὸς τοῦτον αἰνίττεται ὡς καυχώμενον καὶ φιλοτιμούμενον. εἶτα λέγει, οἵοις περιβάλλει κακοῖς· 5,14a ἐν ἡμέρᾳ αὐτοῖς, φησίν, συναντήσεται σκότος, 14b τὸ δὲ μεσημβρινὸν ψηλαφήσειαν ἴσα νυκτί. 5,15a ἀπόλοιντο δὲ ἐν πολέμῳ. καὶ ὅτι τὰ ἐναντία ποιεῖ ἐπὶ τῶν ἀδυνάτων· 5,15b ἀδύνατος δέ, φησίν, ἐξέλθοι ἐκ χειρὸς δυνάστου, 5,16a καὶ εἴη ἀδυνάτῳ ἐλπίς, 16b καὶ ἀδίκου στόμα ἐμφραχθείη. ταῦτα ποιεῖ ὁ θεός, ἵνα καὶ ὁ ἀδύνατος ἐλπίζῃ τὰ χρηστὰ καὶ ἐκεῖνος μὴ ἐπαίρηται. ἐπειδὴ γὰρ εἶπεν ἀνωτέρω, ὅτι ἐπικάλεσαι, εἴ τίς σοι ὑπακούσεται, ἵνα μὴ νομίσῃ ἀπρονόητα εἶναι διὰ τὸ μὴ ἀκούεσθαι, «οὐχί», φησίν, «ἀλλὰ καίτοι μὴ ὁρώμενος πολλὰ ποιεῖ ὁ θεὸς πράγματα», καὶ πολύς ἐστι τὸν ὑπὲρ αὐτοῦ λόγον κινῶν ὥστε τοῦτον βαλεῖν. εἰ γὰρ ἔθος αὐτῷ τοὺς ἀδυνάτους ἐπαίρειν εἰς ὕψος καὶ τοὺς ὑψηλοὺς ταπεινοῦν, τοὺς δὲ δολεροὺς ἐλέγχειν, ὅρα τὸ συναγόμενον. εἶτα, ἵνα μὴ ποιήσῃ φορτικὸν τὸν λόγον καὶ πάνυ αὐτοῦ καθάψηται, φησίν, ὅτι «οὐχ οὗτος ὁ τρόπος τῆς τιμωρίας, μόνον τὸ πονηροὺς εἶναι τοὺς κολαζομένους, ἀλλ' ἔστιν ὅπου καὶ ἐπὶ χρησίμῳ γίνεται τῶν παιδευομένων». μᾶλλον δὲ οὐ τοῦτό φησιν, ἀλλ' ὅτι «κἂν παμπόνηροι ὦσιν, ὠφελοῦνται οἱ κολαζόμενοι». 5,17a μακάριος δὲ ἄνθρωπος, φησίν, ὃν ἤλεγξεν κύριος ἐπὶ τῆς γῆς, 17b νουθέτημα δὲ παντοκράτορος μὴ ἀπαναίνου. διὰ τοῦτο καὶ συγγνώμης ἔτυχον <οἱ φίλοι, εἰ καὶ τὰ πλείονα ἔλεγον> ἀπὸ τοῦ σκοποῦ, ὅτι καὶ ἀνέμιξαν τοιαῦτά τινα.