Ancient Greek
Pg 74
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 74
Not analysed yet
καὶ τοῦτο πολλῷ μεῖζον τὸ μὴ μόνον αὐτὸν εἶναι ἐν ἀσφαλείᾳ, ἀλλὰ καὶ ἑτέρων καταγελᾶν. «καὶ τί λέγω πρὸς ἀνθρώπους; οὐδὲ αὐτὰ τὰ θηρία ἔσται σοι φοβερά»· 5,22b ἀπὸ γὰρ θηρίων τῆς γῆς οὐ φοβηθήσῃ· 5,23 θῆρες γὰρ ἄγριοι εἰρηνεύσουσί σου, 5,23Aa καὶ γνώσῃ, ὅτι ἐν εἰρήνῃ τὸ σκήνωμά σου 23Ab καὶ ἐπισκοπὴ τῆς εὐπρεπείας σου, καὶ οὐ μὴ ἁμάρτῃς. 5,24a εἶτα γνώσῃ, ὅτι εἰρηνεύσει σου ὁ οἶκος. τουτέστιν· «καὶ ἡ οἰκία σου», φησίν, «πολλῆς ἀπολαύσεται τῆς εἰρήνης.» οὐδὲν γὰρ τούτου ἴσον τοῦ κατὰ τὴν οἰκίαν εἰρηνεύειν. τί γὰρ ὄφελος τῶν ἔξωθεν ἀπηλλάχθαι πολέμων ταραχῆς τὰ ἔνδον γέμοντα. 5,24b ἡ δὲ δίαιτα τῆς σκηνῆς σου οὐ μὴ ἁμάρτῃ. «οὐ μὴ πταίσῃ», φησίν, τουτέστιν· «οὐ μὴ δυσπραγήσῃ, οὐ μὴ πάθῃ τι δεινόν.» «εἶτα καὶ ἐπὶ τῶν ἐκγόνων ἡ εὐπραγία ἐκταθήσεται καὶ οὐδὲ ἄωρος ἥξει σοι θάνατος»· 5,25a καὶ γνώσῃ, φησίν, ὅτι πολὺ τὸ σπέρμα σου, 25b τὰ δὲ τέκνα σου ἔσται ὥσπερ τὸ παμβότανον τοῦ ἀγροῦ. 5, 26a ἀπελεύσῃ δὲ ἐν τάφῳ ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν αὐτοῦ θεριζόμενος 26b ἢ ὥσπερ θημωνιὰ ἅλωνος καθ' ὥραν συγκομισθεῖσα. 5,27a ἰδοὺ ταῦτα, φησίν, οὕτως ἐξιχνιασάμην, 27b ταῦτα δέ ἐστιν, ἃ ἀκηκόαμεν. 27c σὺ δὲ γνῶθι σεαυτῷ, εἴ τι ἐποίησας. ὅρα, πῶς τὴν ὠφέλειαν τῶν εἰρημένων κατέστρεψεν ἅπασαν καὶ χαλεπὴν ἔδωκε τὴν πληγήν. πῶς καὶ τίνι τρόπῳ; δεικνύς, ὅτι οὐχὶ τῶν νουθετουμένων ἐστὶν οὐδὲ τῶν ἐχόντων ἐλπίδα. καὶ γὰρ ἃ εἴρηκεν δῆθεν ἐπὶ τοῦ προσώπου αὐτοῦ εἴληφεν, ἐπὶ δὲ τοῦ καθόλου τὸν λόγον ποιεῖται. «ταῦτα γάρ ἐστιν», φησίν, «ἃ εἴδομεν καὶ ἠκούσαμεν. εἰ δὲ ἐπὶ σοῦ οὐκ ἐξέβη, ἀλλ' ἐμμένεις τοῖς δεινοῖς, σόν ἐστιν εἰδέναι τὴν πονηρίαν τὴν σαυτοῦ.»