Ancient Greek
Pg 79
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 79
Not analysed yet
τί ἐστιν· τίς μου ὁ χρόνος; «ὀλιγοχρόνιός εἰμι», φησίν, «μὴ γὰρ ἔχω μεγάλην τὴν ἐκ τοῦ χρόνου ἀντίδοσιν; μὴ γὰρ ἔστιν ἐλπίσαι μακρὸν ζήσεσθαι χρόνον;» τίς γάρ μού ἐστιν ἡ ἰσχύς, ὅτι ὑπομένω; οὐκοῦν οὐκ ἀπὸ ἰσχύος ὑπομένει, ἀλλ' ἀπὸ εὐλαβείας καὶ φόβου θεοῦ. εἰ γὰρ ἐβούλετο, οὐκ ἂν ὑπέμεινεν, ἀλλ' ἑαυτὸν ἂν διεχρήσατο, ὥστε, εἰ καὶ μηδαμόθεν ἑτέρωθεν, ἐντεῦθεν κατάμαθε τοῦ ἀνδρὸς τὴν εὐλάβειαν, ὃς ἄνθρωπος ὢν τὰ μείζονα τῶν λίθων ὑπομένει διὰ τὸν τοῦ θεοῦ φόβον, καὶ εὐχῇ τὸ πρᾶγμα ἐπιτρέπει, καὶ οὐχὶ τῇ ἑαυτοῦ τόλμῃ. 6,12b ἢ αἱ σάρκες, φησίν, χαλκαῖ, 6,13a ἢ οὐκ ἐπ' αὐτῷ ἐπεποίθειν; 13b βοήθεια δὲ ἀπ' ἐμοῦ ἄπεστιν, 6,14a ἀπείπατο δέ με ἔλεος, 14b καὶ ἐπισκοπὴ κυρίου ὑπερεῖδέ με. ἢ οὐκ ἐπ' αὐτῷ, φησίν, ἐπεποίθειν; ἐπειδὴ τοῦτο παρῄνει οὗτος, ὅτι κύριον τὸν παντοκράτορα ἐπικάλεσαι, φησίν, ὅτι ἢ οὐκ ἐπ' αὐτῷ ἐπεποίθειν; σὺ δὲ ἐννόησον, ὅτι οὐκ ἐν προοιμίοις τῆς συμφορᾶς ταῦτα λέγεται, ἀλλὰ χρόνου πολλοῦ προβεβηκότος, πρὸς αὐτῷ τῷ τέλει τῶν ἀγώνων. 6,15a οὐ προσεῖδόν με, φησίν, οἱ ἐγγύτατοί μου. ὥσπερ χειμάρρους ἐκλείπων 15b ἢ ὥσπερ κῦμα παρῆλθόν με. 6,16a οἵτινές με ηὐλαβοῦντο, νυνὶ ἐπιπεπτώκασί μοι. καὶ τοῦτο τῆς τοῦ θεοῦ ἐγκαταλείψεως ἔργον τὸ καὶ τοὺς οἰκείους αὐτὸν ὑπερορᾶν τοιαῦτα πάσχοντα. ὅταν γὰρ αὐτὸς ἀποστῇ