Ancient Greek
Pg 82
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 82
Not analysed yet
φαυλίζουσιν. τοῦτο καὶ γνωμικῶς εἶπεν, οὐχὶ διὰ τὴν συμφορὰν μόνον. 6,25b οὐ γὰρ παρ' ὑμῶν, φησίν, ῥῆμα οὐδὲ ἰσχὺν αἰτοῦμαι, 6,26a οὐδὲ ὁ ἔλεγχος ὑμῶν τὰ ῥήματά μου παύσει. μάλιστα μὲν οὐδὲ μέλλοντας ὑμᾶς ἀπὸ τῶν παρόντων τὰ κατ' ἐμὲ κρίνειν παραιτήσομαι, πολλῷ δὲ πλέον νῦν. 6,25b οὐ γὰρ παρ' ὑμῶν ἰσχὺν αἰτοῦμαι, 6,26a οὐδὲ ὁ ἔλεγχος ὑμῶν τὰ ῥήματά μου παύσει, 26b οὐδὲ φθέγμα ῥήματος ὑμῶν ἀνέξομαι, 6,27a πλὴν ὅτι ἐπ' ὀρφανῷ ἐπιπίπτετε, 27b ἐνάλλεσθε δὲ ἐπὶ φίλῳ ὑμῶν. «οὐχ ἡ συμφορά, οὐχ ἡ φιλία κατέκαμψεν ὑμᾶς», φησίν. «πλὴν ἀλλ' εἰ βούλεσθε, πάλιν ἀναλάβωμεν τὸν λόγον. οὐ παραιτοῦμαι, κἂν εἰς τὴν ἐναντίαν μοῖραν ἑαυτοὺς τάξητε, καὶ ἀντερῶ· οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα.» 6,28 νυνὶ δέ, φησίν, ἐμβλέψας εἰς πρόσωπον ὑμῶν οὐ ψεύσομαι. 6,29a καθίσατε δή, καὶ μὴ εἴη ἄδικον ἐν κρίσει, 29b καὶ πάλιν τῷ δικαίῳ συνέρχεσθε. 6,30a νῦν ἄρξασθε· οὐ γάρ ἐστιν ἐν γλώσσῃ μου ἄδικον. 30b οὐχὶ δὲ καὶ ὁ λάρυγξ μου σύνεσιν μελετᾷ; ὅρα πανταχοῦ τῆς δόξης τῆς ἑαυτοῦ φροντίζοντα τὸν ἄνθρωπον, μὴ πονηροῦ τινος καὶ ἀσεβοῦς λάβῃ δόξαν. 7,1a πότερον οὐχὶ πειρατήριον, φησίν, ἐστὶν ὁ βίος τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς; τοῦτο καὶ αὐτός φησιν· ἀλλ' ἄνθρωπος ἐν κόπῳ γεννᾶται. τί οὖν τοῦτο πρὸς αὐτόν; ὥστε συμβαίνει μὴ ἀπὸ ἀδικίας μόνης, ἀλλὰ καὶ ἀπ' αὐτῆς τῆς φύσεως ταῦτα παθεῖν. οὕτως ὁ θεὸς ὥρισεν ἐπίπονον εἶναι τὸν ἀνθρώπινον βίον. ἀλλὰ προσέθηκεν· ἐπὶ τῆς γῆς, οὐκέτι "ἐν τοῖς οὐρανοῖς". 7,1b καὶ ὥσπερ μισθίου αὐθημερινοῦ ἡ ζωὴ αὐτοῦ.