Ancient Greek
Pg 92
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 92
Not analysed yet
9,1 ΥΠΟΛΑΒΩΝ ΔΕ ΙΩΒ ΛΕΓΕΙ· 9,2a ἐπ' ἀληθείας οἶδα, ὅτι οὕτως ἐστίν. πόσης φιλοσοφίας ταῦτα τὰ ῥήματα. «οἶδα», φησίν, «ὅτι οἱ μὲν ἀσεβεῖς ἀπόλλυνται, οἱ δὲ δίκαιοι οὐχί.» ὁρᾶς, πῶς οὐδαμοῦ καταγινώσκει τοῦ θεοῦ ἀδικίαν; ἐπ' ἀληθείας οἶδα, φησίν, ὅτι οὕτως ἐστίν, καὶ μετὰ συνειδότος συντιθεμένου τοῖς λεγομένοις. 9,2b πῶς γὰρ ἔσται βροτὸς δίκαιος παρὰ θεῷ; οὐχὶ πρὸς τοῦτο μόνον, ἀλλὰ καὶ πρὸς τὸν σκοπὸν αὐτοῦ <οὐκ> ἀπολογεῖται. ὁ μὲν γὰρ ἔλεγεν, ὅτι ὁ δίκαιος σῴζεται, ὁ δὲ ἁμαρτωλὸς ἀπολεῖται, οὗτος δέ φησιν· «οἶδα, ὅτι δι' ἁμαρτίας ταῦτα πάσχω» —ὁρᾷς φιλοσοφίαν, πῶς οὐκ ἔστι γαῦρος; —»καί, ὅτι πολὺ τὸ μέσον ἐμοῦ καὶ τοῦ θεοῦ, ἐπίσταμαι.» 9,3a ἐὰν γὰρ βούληται κριθῆναι μετ' αὐτοῦ, 3b οὐ μὴ ὑπακούσῃ αὐτῷ, 3c ἵνα μὴ ἀντείπῃ πρὸς ἕνα λόγον αὐτοῦ ἐκ χιλίων. ὁρᾷς, πόση περιουσία δικαιοσύνης; χιλίους ἐὰν εἴπῃ λόγους ὁ θεὸς καταδικάζων ἡμᾶς, πρὸς ἕνα ἀντιστῆναι οὐ δυνάμεθα, ἀλλὰ χιλίοις δικαιώμασιν ἡμῶν κρατεῖ. 9,4a σοφὸς γάρ ἐστι διανοίᾳ, κραταιός τε καὶ μέγας. καὶ δικαίως· σοφὸς γὰρ ὢν μυρία εὐεργετεῖ. εἰ δὲ ἀπιστεῖς, ἄνθρωπε, φέρε ἐπεξέλθωμεν τῷ λόγῳ· χιλίους λέγοντος λόγους ἕνα ἀντειπεῖν οὐ δυνάμεθα. ὅρα φιλοσοφίας ῥήματα. ἐπειδὴ γὰρ ἔλεγεν οὗτος· «ὁ δίκαιος ἐν ἀγαθοῖς ἔσται», «ποῖος δίκαιος;» φησίν· «ποῦ γὰρ πρὸς τὸν θεὸν δίκαιός τις εὑρεθήσεται;» {πρὸς ἕνα λόγον αὐτοῦ ἐκ χιλίων. }ὅπερ καὶ ὁ προφήτης ἔλεγεν· οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.