Ancient Greek
Pg 95
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 95
Not analysed yet
9,4b τίς σκληρός, φησίν, γενόμενος ἐναντίον αὐτοῦ ὑπέμεινεν; τουτέστιν· ἀντιστῆναι αὐτῷ καὶ βλασφημεῖν αὐτόν, ὥστε οἶδε τοῦτο καὶ οὐκ ἂν ταῦτα αὐτὸς ἔπαθεν, ὥστε, κἂν πρὸς βραχὺ συγχωρηθῇ, ἀλλ' οὐχ ὑπομενεῖ. εἶτα περὶ τῆς δυνάμεως αὐτοῦ λέγει καὶ τοῦ ἀοράτου· 9,14a ἐὰν δέ μου εἰσακούσῃ 14b καὶ διακρίνῃ μου τὰ ῥήματα μετ' αὐτοῦ, 9,15a ἐάν τε γὰρ ὦ δίκαιος, οὐκ εἰσακούσεταί μου. 15b τοῦ κρίματος αὐτοῦ δεηθήσομαι. ὃ λέγει, τοιοῦτόν ἐστιν· «ἐὰν τῶν ῥημάτων ἐξέτασιν ποιήσηται τῶν ἐμῶν ἀκούσας»—τοῦτο γάρ ἐστι διακρίνῃ· "βασανίσῃ καὶ εὐθύνας ἀπαιτήσῃ"—»οὐδὲ τοῦ ἀκούεσθαι εὑρίσκομαι ἄξιος ὤν, κἂν ὦ δίκαιος. ἐάν τε βασανίσῃ μου τὰ ῥήματα, κἂν ὦ δίκαιος, οὐκ ἄξιός εἰμι ἀκούεσθαι παρ' αὐτοῦ.» <9,16a ἐάν τε καλέσω καὶ εἰσακούσῃ, 16b οὐ πιστεύω, ὅτι ἐπακήκοέ μου τῆς φωνῆς. >«ἐὰν δὲ ἐν φιλανθρωπίᾳ ζητήσω σωθῆναι, οὐκ οἶδα»—τουτέστιν· οὐ πιστεύω—, «ὅτι ἐπακήκοέ μου τῆς φωνῆς.» 9,17a μὴ ἐν γνόφῳ με ἐκτρίψῃ. μήποτε τὸ ἐν γνόφῳ ὃ λέγει, τοιοῦτόν ἐστιν, ὅτι πολλὴ ἡ ἐξουσία παρ' αὐτῷ, καὶ ὅπερ ἂν πράξῃ, οὐδείς ἐστιν ὁ ἀντιπίπτων, ἀλλ' οὐδὲ εἰδώς, ὅπως ἀπόλλυται. τοῦτ' ἐστιν, ὃ λέγει· ἐπειδὴ ἔλεγον διὰ παντός· ὄρθριζε πρὸς κύριον καὶ ἐπακούσεταί σου, «πόθεν;» φησίν. «ἂν μὲν ὦ δίκαιος, οὐκ εἰσακούσεται, ἂν δὲ ἐξετάσῃ τὰ ῥήματά μου, οὐκ οἶδα, ὅτι δίκαιός εἰμι, ἄν τε {ὡς} ἐπικαλῶμαι, οὐκ οἶδα, εἰ ἀκήκοέ μου. ἀπὸ γὰρ τῶν παρόντων οὐκ οἶδα ταῦτα στοχάζεσθαι.»