Ancient Greek · ~5 min
Pg 97
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 97
Not analysed yet
θεῖν βουληθῇ, οὐ δικαιοσύνη προΐσταται, οὐ φαυλότης ἀνθίσταται, οὐ δυναστεία, οὐδὲν ἄλλο. παραδέδονται γὰρ εἰς χεῖρας ἀσεβοῦς. πολλάκις οὕτω ποιεῖ· οὐχὶ τιμωρίᾳ, ἀλλὰ καὶ τῷ παραδιδόναι ἀσεβεῖ ποιεῖ καταγελάστους. 9,24b πρόσωπα, φησίν, κριτῶν αὐτῆς συγκαλύπτει· 24c εἰ δὲ μή, αὐτός ἐστιν. 9,25a ὁ δὲ βίος μου ἐλαφρότερος δρομέως. ὁρᾷς; συνεχῶς ἐπὶ τὸ ὀλιγοχρόνιον καταφεύγει. εἶτα καὶ παραβάλλει, πῶς ὀλιγοχρόνιος <ἡ ἀνθρωπίνη ζωὴ> ὡς μηδὲ φαίνεσθαι. ἐν γὰρ τῷ παντὶ αἰῶνι τοιαύτη ἐστίν· πρὶν ἢ φανῆναι ἠφανίσθη. 9,25b ἀπέδρα, φησίν, καὶ οὐκ εἶδον. 9,26a εἰ καὶ ἔστι ναυσὶν ἴχνος ὁδοῦ 26b ἢ ἀετοῦ πετομένου ζητοῦντος βοράν; 9,27a ἐάν τε γὰρ εἴπω, ἐπιλήσομαι λαλῶν. τουτέστιν· «καὶ τὰ τῆς μνήμης μοι διόλωλεν, οὐδὲ ὅτι φθέγγομαι οἶδα· τοσαύτη ὀδύνη ἐστὶν ἐν ἐμοί. μεταξὺ λαλῶν ἐπιλανθάνομαι, τοσοῦτός ἐστιν ὁ χειμών, τοσοῦτος ὁ πειρασμός.» σὺ δέ μοι, ὅταν ἀκούσῃς τολμηρόν τι λέγοντος, τὴν ὑπερβολὴν ὅρα τοῦ χειμῶνος καὶ τοῦ ναυαγίου. εἶτα θαυμάζεις, εἰ παρὰ ψυχῆς ἀθυμούσης οὕτως ἐλέχθη τι φορτικόν, καὶ σαυτὸν ἐκείνῳ παρεξετάζεις; ἵνα γὰρ μηδεὶς ταῦτα καταγνῷ αὐτοῦ, διὰ τοῦτο καὶ ἐν προοιμίοις καὶ μετὰ τὸ τέλος ἡ τοῦ θεοῦ ψῆφος ἕστηκε προϊσταμένη καὶ οὐχὶ μόνον ἀπαλλάττουσα ἐγκλημάτων, ἀλλὰ καὶ τὸ τοῦ δικαίου περιτιθεῖσα ἀξίωμα. 9,28b οἶδα, φησίν, ὅτι οὐκ ἀθῷόν με ἐάσει. ἢ τοῦτό φησιν· «κἂν ἀπαλλαγῶ τῆς τιμωρίας, τὰ πάντων ἀνέῳ-