Ancient Greek
Section 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Contra ludos et theatra 1.1
Not analysed yet
Ταῦτα ἀνεκτά; ταῦτα φορητά; Ὑμῖν γὰρ αὐτοῖς καθ' ὑμῶν ἐντυχεῖν βούλομαι. Οὕτω καὶ ὁ Θεὸς ἐποίησε τοῖς Ἑβραίοις· αὐτοῖς γὰρ κατ' αὐτῶν ἐντυγχάνων ἔλεγε· Λαός μου, τί ἐποίησά σοι, καὶ τί ἐλύπησά σε, ἢ τί παρηνώχλησά σοι; ἀποκρίθητί μοι. Καὶ πάλιν· Τί εὕροσαν οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα; Τοῦτον δὴ καὶ ἐγὼ μιμήσομαι, καὶ ἐρῶ πρὸς ὑμᾶς πάλιν· Ταῦτα ἀνεκτά; ταῦτα φορητά; Μετὰ μακροὺς διαύλους λόγων, καὶ τοσαύτην διδασκαλίαν, καταλιπόντες ἡμᾶς τινες, πρὸς τὴν θεωρίαν τῶν ἁμιλλητηρίων ἵππων ηὐτομόλησαν, καὶ οὕτως ἐξεβακχεύθησαν, ὥστε πᾶσαν τὴν πόλιν ἐμπλῆσαι βοῆς καὶ κραυγῆς ἀτάκτου, καὶ πολὺν γέλωτα, μᾶλλον δὲ θρῆνον φερούσης. Ἐγὼ οὖν οἴκοι καθήμενος, καὶ τῆς φωνῆς ἀκούων ἐκρηγνυμένης, τῶν κλυδωνιζομένων χαλεπώτερον ἔπασχον. Ὥσπερ γὰρ ἐκεῖνοι, τῶν κυμάτων τοῖς τοίχοις τῆς νηὸς προσρηγνυμένων, περὶ τῶν ἐσχάτων κινδυνεύοντες δεδοίκασιν· οὕτω καὶ ἐμοὶ χαλεπώτεραι αἱ κραυγαὶ προσεῤῥήγνυντο ἐκεῖναι, καὶ εἰς τὴν γῆν ἔκυπτον καὶ ἐνεκαλυπτόμην· τῶν μὲν ἄνω τοιαῦτα ἀσχημονούντων, τῶν δὲ κάτω ἐν μέσῃ τῇ ἀγορᾷ ἡνιόχους κροτούντων, καὶ χαλεπώτερα ἐκείνων βοώντων. Τί δὲ ἐροῦμεν; ἢ τί ἀπολογησόμεθα, εἰ ξένος τίς ποθεν ἐπιστὰς ἐγκαλοίη καὶ λέγοι· Ταῦτα ἡ πόλις τῶν ἀποστόλων; ταῦτα ἡ τοιοῦτον λαβοῦσα ὑποφήτην; ταῦτα ὁ δῆμος ὁ φιλόχριστος, τὸ θέατρον τὸ ἄπλαστον, τὸ πνευματικόν; Οὐδὲ τὴν ἡμέραν αὐτὴν ᾐδέσθητε, ἐν ᾗ τὰ σύμβολα τῆς σωτηρίας τοῦ γένους ἡμῶν ἐτελεῖτο· ἀλλ' ἐν παρασκευῇ, ὅτε ὁ Δεσπότης σου ὑπὲρ τῆς οἰκουμένης ἐσταυροῦτο, καὶ θυσία τοιαύτη προσεφέρετο, καὶ παράδεισος ἠνοίγετο, καὶ λῃστὴς εἰς τὴν ἀρχαίαν ἐπανήγετο πατρίδα, κατάρα ἐλύετο, καὶ ἁμαρτία ἠφανίζετο, καὶ ὁ χρόνιος ἀνῃρεῖτο πόλεμος, καὶ Θεοῦ καταλλαγὴ πρὸς ἀνθρώπους ἐγίνετο, καὶ πάντα μετεῤῥυθμίζετο· ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ἡνίκα νηστεύειν καὶ δοξολογεῖν ἔδει, καὶ εὐχαριστηρίους εὐχὰς ὑπὲρ τῶν τῆς οἰκουμένης ἀγαθῶν ἀναπέμπειν τῷ ταῦτα ποιήσαντι· τότε σὺ καταλιπὼν ἐκκλησίαν καὶ θυσίαν πνευματικὴν, καὶ ἀδελφῶν σύλλογον, καὶ νηστείας τὸ σεμνὸν, αἰχμάλωτος ὑπὸ τοῦ διαβόλου πρὸς τὴν θεωρίαν ἀπηνέχθης ἐκείνην; Ταῦτα ἀνεκτά; ταῦτα φορητά; Οὐ γὰρ παύσομαι ταῦτα συνεχῶς λέγων, καὶ τὴν ὀδύνην ἐμαυτοῦ ταύτῃ παραμυθούμενος, τὸ [f. τῷ] μὴ πιέζειν αὐτὴν τῇ σιγῇ, ἀλλ' εἰς μέσον ἐκφέρειν, καὶ πρὸ τῶν ὀφθαλμῶν τῶν ὑμετέρων τιθέναι. Πῶς δυνησόμεθα τὸν Θεὸν λοιπὸν ἵλεω ποιῆσαι; πῶς καταλλάξαι ὀργιζόμενον; Πρὸ τριῶν ἡμερῶν ἐπομβρία καὶ ὑετὸς κατεῤῥήγνυτο πάντα παρασύρων, ἀπ' αὐτοῦ τοῦ στόματος, ὡς εἰπεῖν, τὴν τράπεζαν τῶν γηπόνων ἀφαρπάζων, στάχυας κομῶντας κατακλίνων, τὰ ἄλλα ἅπαντα τῇ πλεονεξίᾳ τῆς ὑγρᾶς κατασήπων οὐσίας· λιτανεῖαι καὶ ἱκετηρίαι, καὶ πᾶσα ἡμῶν ἡ πόλις ὥσπερ χείμαῤῥος ἐπὶ τοὺς τόπους τῶν ἀποστόλων ἔτρεχε, καὶ συνηγόρους ἐλαμβάνομεν τὸν ἅγιον Πέτρον καὶ τὸν μακάριον Ἀνδρέαν, τὴν ξυνωρίδα τῶν ἀποστόλων, Παῦλον καὶ Τιμόθεον. Μετ' ἐκεῖνα, τῆς ὀργῆς λυθείσης, καὶ πέλαγος περάσαντες, καὶ κυμάτων κατατολμήσαντες, ἐπὶ τοὺς κορυφαίους ἐτρέχομεν, τὸν Πέτρον τὴν κρηπῖδα τῆς πίστεως, τὸν Παῦλον τὸ σκεῦος τῆς ἐκλογῆς, πανήγυριν ἐπιτελοῦντες πνευματικὴν, καὶ τοὺς ἄθλους αὐτῶν ἀνακηρύττοντες, τὰ τρόπαια καὶ τὰς νίκας τὰς κατὰ τῶν δαιμόνων. Καὶ οὔτε τῷ φόβῳ τῶν γινομένων καταπλαγέντες, οὔτε τῷ μεγέθει τῶν κατορθωμάτων τῶν ἀποστολικῶν παιδευθέντες, ἀθρόον οὕτω μιᾶς μεταξὺ γενομένης ἡμέρας, σκιρτᾷς καὶ βοᾷς, τὴν ἑαυτοῦ ψυχὴν αἰχμάλωτον ὑπὸ τῶν παθῶν παρασυρομένην περιορῶν; Εἰ δὲ ἐβούλου δρόμον ἀλόγων ὁρᾷν, τίνος ἕνεκεν οὐκ ἔζευξας τὰ ἄλογα ἐν σοὶ πάθη, θυμὸν καὶ ἐπιθυμίαν, καὶ ἐπέθηκας αὐτοῖς τὸν τῆς φιλοσοφίας ζυγὸν, τὸν χρηστὸν καὶ κοῦφον, καὶ ἐπέστησας αὐτοῖς λογισμὸν ὀρθὸν, καὶ πρὸς τὸ βραβεῖον ἤλασας τῆς ἄνω κλήσεως, οὐκ ἀπὸ μύσους εἰς μύσος, ἀλλ' ἀπὸ γῆς εἰς οὐρανὸν τρέχων; Τοῦτο γὰρ τῆς ἱπποδρομίας τὸ εἶδος μετὰ τῆς ἡδονῆς πολλὴν ἔχει τὴν ὠφέλειαν. Ἀλλ' ἀφεὶς τὰ κατὰ σαυτὸν ἁπλῶς καὶ ὡς ἔτυχε φέρεσθαι, ὑπὲρ τῆς ἑτέρων νίκης ἐκάθου, ἡμέραν τοσαύτην εἰκῆ καὶ μάτην καὶ ἐπὶ κακῷ δαπανῶν.