Ancient Greek · ~14 min
Section 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Contra ludos et theatra 2.1
Not analysed yet
Ἦ οὐκ οἶσθα ὅτι καθάπερ ἡμεῖς ἀργύριον τοῖς οἰκέταις τοῖς ἡμετέροις ἐγχειρίζοντες, εὐθύνας αὐτοὺς καὶ μέχρι ἑνὸς ἀπαιτοῦμεν ὀβολοῦ· οὕτω καὶ ὁ Θεὸς τῶν ἡμερῶν τῆς ζωῆς τῆς ἡμετέρας ἀπαιτήσει λόγον ἡμᾶς, πῶς ἑκάστην ἡμέραν ἐδαπανήσαμεν; Τί οὖν ἐροῦμεν; τί δὲ ἀπολογησόμεθα, ὅταν τῆς ἡμέρας ἐκείνης ἀπαιτώμεθα εὐθύνας; Ἥλιος ἀνέτειλε διὰ σὲ, καὶ σελήνη τὴν νύκτα ἐφώτισε, καὶ ποικίλος ἀστέρων ἀνέλαμψε χορός· ἔπνευσαν ἄνεμοι διὰ σὲ, ἔδραμον ποταμοί· σπέρματα ἐβλάστησαν διὰ σὲ, καὶ φυτὰ ἀνεδόθη, καὶ τῆς φύσεως ὁ δρόμος τὴν οἰκείαν ἐτήρησε τάξιν, καὶ ἡμέρα ἐφάνη καὶ νὺξ παρῆλθε· καὶ ταῦτα πάντα γέγονε διὰ σέ· σὺ δὲ τῶν κτισμάτων σοι διακονουμένων, τοῦ διαβόλου τὴν ἐπιθυμίαν πληροῖς; Καὶ τοσοῦτον παρὰ τοῦ Θεοῦ μισθωσάμενος οἶκον, τὸν κόσμον λέγω τοῦτον, οὐκ ἀπέδωκας τὸν μισθόν. Καὶ οὐκ ἤρκεσε τῇ προτέρᾳ ἡμέρᾳ, ἀλλὰ καὶ τὴν δευτέραν, ὅτε ἀναπαῦσαι μικρὸν ἐχρῆν ἀπὸ τῆς ἐγγινομένης κακίας, ἐπὶ θέατρα πάλιν ἀνέβαινες, ἀπὸ καπνοῦ εἰς πῦρ τρέχων, εἰς ἕτερον βάραθρον καθεὶς ἑαυτὸν χαλεπώτερον. Γέροντες πολιὰς κατῄσχυνον, καὶ νέοι τὴν νεότητα κατεκρήμνιζον, καὶ πατέρες παῖδας ἀνῆγον, ἐκ προοιμίων τὴν ἀπειρόκακον ἡλικίαν εἰς τὰ τῆς πονηρίας ἐμβιβάζοντες βάραθρα, ὥστε οὐκ ἄν τις ἁμάρτοι παιδοκτόνους ἀντὶ πατέρων τοὺς τοιούτους ἀποκαλῶν, καὶ τῇ κακίᾳ τὴν ψυχὴν ἀπολλύντας τῶν τεχθέντων. Καὶ ποία κακία; φησί. Διὰ γὰρ τοῦτο ὀδυνῶμαι, ὅτι καὶ νοσῶν, οὐκ οἶδας ὅτι νοσεῖς, ἵνα καὶ τὸν ἰατρὸν ἐπιζητήσῃς. Μοιχείας ἐγένου πεπληρωμένος, καὶ ἐρωτᾷς, ποία κακία; ἦ οὐκ ἤκουσας τοῦ Χριστοῦ λέγοντος· Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτήν; Τί οὖν ἐὰν μὴ ἐμβλέψω, φησὶ, πρὸς τὸ ἐπιθυμῆσαι; Καὶ πῶς δυνήσῃ με πεῖσαι; Ὁ γὰρ τοῦ θεωρῆσαι μὴ κρατῶν, ἀλλὰ τοσαύτην σπουδὴν ὑπὲρ τοῦ τοιούτου τιθέμενος, πῶς μετὰ τὸ θεωρῆσαι δυνήσῃ μένειν ἀκηλίδωτος; Μὴ γὰρ λίθος σοι τὸ σῶμα; μὴ γὰρ σίδηρος; Σάρκα περίκεισαι, σάρκα ἀνθρωπίνην, ἥτις χόρτου χαλεπώτερον ὑπὸ τῆς ἐπιθυμίας ἀνάπτεται. Καὶ τί λέγω τὸ θέατρον; Ἐν ἀγορᾷ πολλάκις ἐὰν ἀπαντήσωμεν γυναικὶ, θορυβούμεθα· σὺ δὲ ἄνω καθήμενος, ὅπου τοσαύτη πρὸς ἀσχημοσύνην παράκλησις, ὁρῶν γυναῖκα πόρνην γυμνῇ τῇ κεφαλῇ μετὰ πολλῆς τῆς ἀναισχυντίας εἰσιοῦσαν, χρυσᾶ περιβεβλημένην ἱμάτια, μαλακιζομένην, θρυπτομένην, ᾄσματα ᾄδουσαν πορνικὰ, κατακεκλασμένα μέλη, αἰσχρὰ προϊεμένην ῥήματα, ἀσχημονοῦσαν τοιαῦτα, ἅπερ ὁ θεωρήσας ἂν εἰς ἔννοιαν λάβῃς, κάτω κύπτεις· τολμᾷς εἰπεῖν ὡς οὐδὲν πάσχῃς ἀνθρώπινον; Μὴ γὰρ λίθος σοι τὸ σῶμα; μὴ γὰρ σίδηρος; Οὐ γὰρ παραιτήσομαι πάλιν τὰ αὐτὰ εἰπεῖν. Μὴ γὰρ τῶν μεγάλων καὶ γενναίων ἀνδρῶν ἐκείνων, οἳ ἀπὸ ψιλῆς ὄψεως κατηνέχθησαν, φιλοσοφώτερος σὺ εἶ; Οὐκ ἤκουσας τί φησιν ὁ Σολομών· Περιπατήσει τις ἐπ' ἀνθράκων πυρὸς, τοὺς δὲ πόδας οὐ κατακαύσει; Ἀποδήσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια οὐ κατακαύσει; Οὕτως ὁ εἰσιὼν εἰς γυναῖκα ἀλλοτρίαν. Εἰ γὰρ καὶ μὴ συνεπλάκης τῇ πόρνῃ, ἀλλὰ τῇ ἐπιθυμίᾳ συνεγένου, καὶ τῇ γνώμῃ τὴν ἁμαρτίαν εἰργάσω. Καὶ οὐδὲ κατὰ τὸν καιρὸν ἐκεῖνον μόνον, ἀλλὰ καὶ τοῦ θεάτρου λυθέντος, ἀπελθούσης αὐτῆς, τὸ εἴδωλον ἐκείνης ἐναπόκειταί σου τῇ ψυχῇ, τὰ ῥήματα, τὰ σχήματα, τὰ βλέμματα, ἡ βάδισις, ὁ ῥυθμὸς, ἡ διάκρισις, τὰ μέλη τὰ πορνικὰ, καὶ μυρία τραύματα λαβὼν ἀναχωρεῖς. Οὐκ ἐντεῦθεν οἴκων ἀνατροπαί; οὐκ ἐντεῦθεν σωφροσύνης ἀπώλεια; οὐκ ἐντεῦθεν γάμων διαιρέσεις; οὐκ ἐντεῦθεν πόλεμοι καὶ μάχαι; οὐκ ἐντεῦθεν ἀηδίαι λόγον οὐκ ἔχουσαι; Ἐπειδὰν γὰρ ἐμπλησθεὶς ταύτης ἀνέλθῃς γενόμενος αἰχμάλωτος, καὶ ἡ γυνή σου ἀηδεστέρα φαίνεται, καὶ τὰ παιδία φορτικώτερα, καὶ οἱ οἰκέται ἐπαχθεῖς, καὶ ἡ οἰκία περιττὴ, καὶ αἱ συνήθεις φροντίδες ἐνοχλεῖν δοκοῦσι πρὸς τὴν οἰκονομίαν τῶν δεόντων πραγμάτων, καὶ ἕκαστος προσιὼν φορτικὸς καὶ ἐπαχθής.