Ancient Greek · ~13 min
Section 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Contra ludos et theatra 3.1
Not analysed yet
Τὸ δὲ αἴτιον, οὐκ ἀνέρχῃ μόνος εἰς τὴν οἰκίαν, ἀλλὰ τὴν πόρνην ἔχων μετὰ σεαυτοῦ, οὐ φανερῶς καὶ δήλως ἀνιοῦσαν· ὅπερ ἦν κουφότερον· ταχέως γὰρ ἂν ἐξήλασεν ἡ γυνή· ἀλλὰ τῇ γνώμῃ, καὶ τῷ συνειδότι ἐγκαθημένην, καὶ ἀνάπτουσαν ἔνδον τὴν Βαβυλωνίαν κάμινον, μᾶλλον δὲ πολλῷ χαλεπωτέραν· οὐ γὰρ στυππίον καὶ νάφθα καὶ πίσσα, ἀλλὰ τὰ εἰρημένα τροφὴ τῷ πυρὶ γίνεται, καὶ πάντα ἄνω καὶ κάτω. Καὶ καθάπερ οἱ πυρέττοντες, οὐδὲν ἔχοντες ἐγκαλεῖν τοῖς διακονουμένοις, διὰ τὴν τοῦ νοσήματος κακίαν δυσάρεστοι πρὸς πάντας εἰσὶ, σιτία διακρουόμενοι, καὶ ἰατροὺς κακίζοντες, καὶ πρὸς τοὺς οἰκείους ἀγανακτοῦντες, καὶ κατὰ τῶν διακονούντων λυττῶντες· οὕτω δὴ καὶ οἱ τὴν χαλεπὴν νόσον ταύτην νοσοῦντες, ἀλλοιοῦσι, δυσχεραίνουσι, πάντοτε ἐκείνην βλέποντες. Ὢ χαλεπῶν πραγμάτων. Λύκος μὲν καὶ λέων, καὶ τὰ λοιπὰ θηρία τοξευόμενα φεύγει τὸν κυνηγέτην· ἄνθρωπος δὲ ὁ λογιώτατος τρωθεὶς, περιδιώκει τὴν τρώσασαν, ὥστε πολλῷ χαλεπώτερον βέλος λαβεῖν, καὶ ἐνηδυπαθεῖν τῷ τραύματι· ὅπερ δὴ πάντων ἐστὶ πικρότατον, καὶ τὴν νόσον ἀνίατον ἐργάζεται. Ὁ γὰρ μὴ μισῶν τὸ ἕλκος, μηδὲ ἀπαλλαγῆναι βουλόμενος, πῶς ἂν ἐπιζητήσειε τὸν ἰατρόν; Διὰ ταῦτα ὀδυνῶμαι καὶ διακόπτομαι, ὅτι τοσαύτην λύμην λαμβάνοντες, ἐκεῖθεν κατέρχεσθε, καὶ διὰ μικρὰν ἡδονὴν διηνεκῆ τὴν ὀδύνην ὑπομένετε. Καὶ γὰρ καὶ πρὸ τῆς γεέννης καὶ τῆς κολάσεως ἐνταῦθα τὴν ἐσχάτην ἑαυτοὺς ἀπαιτεῖτε δίκην. Ἢ οὐκ ἐσχάτης τιμωρίας, εἰπέ μοι, ἐπιθυμίαν τοιαύτην τρέφειν, καὶ διηνεκῶς ἐμπίπρασθαι, καὶ κάμινον ἔρωτος ἀτόπου πανταχοῦ περιφέρειν, καὶ συνειδότος κατηγορίαν; Πῶς γὰρ ἐπιβήσῃ τῶν προθύρων ἐκείνων τῶν ἱερῶν; πῶς ἅψῃ τῆς οὐρανίου τραπέζης; πῶς δὲ ἀκούσεις τὸν περὶ σωφροσύνης λόγον, ἑλκῶν γέμων καὶ τραυμάτων τοσούτων, καὶ τὴν διάνοιαν ἔχων τῷ πάθει δουλεύουσαν; Καὶ τί δεῖ τὰ ἄλλα λέγειν; Ἀπὸ τῶν νῦν παρ' ἡμῶν γινομένων ἔξεστι τῆς διανοίας ἰδεῖν τὴν ὀδύνην. Νῦν γοῦν ὁρῶ μεταξὺ τῶν λόγων τούτων τὰ μέτωπα τύπτοντας, καὶ πολλὴν ὑμῖν ἔχω χάριν, ὅτι δῆμος οὕτως ἐστὲ εὔσπλαγχνος. Τάχα δὲ οἶμαι πολλοὺς τῶν μηδὲν ἡμαρτηκότων ταῦτα ποιεῖν, ἀλγοῦντας ὑπὲρ τῶν ἀδελφικῶν τραυμάτων. Διὰ τοῦτο ὀδυνῶμαι καὶ κόπτομαι, ὅτι τοιαύτην ἀγέλην ὁ διάβολος λυμαίνεται. Ἀλλ' εἰ βουληθείητε, ταχέως αὐτοῦ τὴν εἴσοδον ἀποφράξομεν. Πῶς καὶ τίνι τρόπῳ; Εἰ τοὺς νοσοῦντας ὑγιαίνοντας ἴδοιμεν· εἰ τὰ δίκτυα τῆς διδασκαλίας ἁπλώσαντες περιέλθοιμεν τοὺς θηριαλώτους ζητοῦντες, καὶ ἐξ αὐτῆς τοῦ λέοντος τῆς φάρυγγος αὐτοὺς ἐξαρπάσοιμεν. Μὴ γάρ μοι λέγε· Ὀλίγοι εἰσὶν οἱ ἀποβουκολισθέντες. Κἂν δέκα μόνον ὦσιν, οὐχ ἡ τυχοῦσα ζημία· κἂν πέντε, κἂν δύο, κἂν εἷς. Ἐπεὶ καὶ ὁ ποιμὴν ἐκεῖνος τὰ ἐνενήκοντα ἐννέα διὰ τοῦτο καταλιπὼν πρόβατα, ἐπὶ τὸ ἓν ἔτρεχε, καὶ οὐκ ἐπανῆλθεν ἕως πάλιν αὐτὸ ἐπανήγαγε, καὶ τὸν τῶν ἑκατὸν ἀριθμὸν χωλεύοντα δι' ἐκείνου τὴν ἀποκατάστασιν τοῦ πλανηθέντος ἐπλήρωσε. Μὴ λέγε, ὅτι εἷς ἐστιν· ἀλλ' ἐννόησον, ὅτι ψυχή ἐστι, δι' ἣν τὰ ὁρώμενα πάντα γέγονεν· δι' ἣν νόμοι, καὶ τιμωρίαι, καὶ κολάσεις, καὶ τὰ μυρία θαύματα, καὶ αἱ ποικίλαι τοῦ Θεοῦ πραγματεῖαι· δι' ἣν οὐδὲ τοῦ Μονογενοῦς ἐφείσατο. Ἐννόησον ὅση τιμὴ καταβέβληται καὶ ὑπὲρ τοῦ ἑνὸς, καὶ μὴ καταφρόνει τῆς σωτηρίας αὐτοῦ, ἀλλ' ἀπελθὼν ἡμῖν ἐπανάγαγε, καὶ πεῖσον μηκέτι τοῖς αὐτοῖς περιπεσεῖν, καὶ ἀρκοῦσαν ἔχομεν ἀπολογίαν. Εἰ δὲ μὴ ἀνέχοιτο, μηδὲ ἡμῶν συμβουλευόντων, μηδὲ ὑμῶν παραινούντων, τῇ ἐξουσίᾳ χρήσομαι λοιπὸν, ᾗ ὁ Θεὸς ἡμῖν ἔδωκεν οὐκ εἰς καθαίρεσιν, ἀλλ' εἰς οἰκοδομήν.