Ancient Greek · ~21 min
Section 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Contra theatra [Sp.] 5.1
Not analysed yet
Ταῦτα λεγούσης τῆς Σάῤῥας, τί ποιεῖν ἔδει τὴν Ἀβραάμ; Δηλονότι ἀφέμενον τοῦ θείου προστάγματος, τοὺς περὶ θεοσεβείας ποιεῖσθαι λόγους, καὶ πείθειν τὴν Σάῤῥαν, ὅτι, τοῦτον ἂν λάβῃ Θεὸς, δίδωσί σοι κρείσσονα. Καὶ πῶς ἂν ἔπεισε γυναῖκα τῷ πάθει μεθύουσαν; Ἀλλὰ δὴ πέπεικε. Θεοσεβὴς γὰρ ἡ γυνὴ, καὶ ἀνδρὸς πιστοτάτου σύνοικος· πάντως γοῦν ἀκόλουθον πεισθεῖσαν αὐτὴν προπέμψαι τὸν υἱὸν ἐπὶ τὴν θυσίαν ὁδεύοντα, στέγειν μὲν ἴσως τὸν πόνον βιαζομένην διὰ τὸ δοκοῦν τῷ Θεῷ, ὑπὸ δὲ τῆς φύσεως αὐτῆς πρὸς θρήνους ἀβουλήτως ἐξαγομένην. Πόσοι θεράποντες ἐκεῖ τῷ πόθῳ τοῦ νέου δακνόμενοι; πόσαι θεράπαιναι τῇ δεσποίνῃ συμπάσχουσαι; Χαναναῖοι πόσοι, συνήθεις καὶ γείτονες, οἱ ἐπὶ τοῖς τούτῳ συμβεβηκόσι θαυμάζοντες; Θόρυβος ἐκ τούτων πολὺς, καὶ οἰμωγὴ, καὶ θρῆνος, καὶ δάκρυα, ὡς ἐπὶ προπεμπομένῳ νεκρῷ. Εἶπε δ' ἂν ἡ μήτηρ ἀνακωκύσασα μέγα· Δός μοι, τέκνον, τελευταίας περιπλοκάς. Ἐγὼ μὲν ἤλπιζον ὑπὸ σοῦ προπεμφθῆναι, τέκνον, καὶ τὸν ἐμὸν θάνατον τοῖς σοῖς κοσμηθῆναι δακρύοις· ἐπεὶ δὲ ψῆφος τοῦ κτίσαντος τὰς ἐμὰς ἐλπίδας νενίκηκε, καὶ θρηνῶ τοῦτον, ὑφ' οὗ θρηνηθῆναι προσεδόκησα, τοῦτό σε μόνον αἰτῶ, ἐπιβαίνων τῷ τῆς θυσίας πυρὶ, πρέσβευσον πρὸς τὸν Θεῖον ὑπὲρ ἐμοῦ, ἀπελθεῖν με τοῦ βίου πρὶν ἐπανελθεῖν τῆς θυσίας τὸν ἱερέα. Δεξιὰν γὰρ πατρὸς αἵματι παιδὸς ἰδεῖν ᾑμαγμένην οὐ δύναμαι. Ἡ μὲν οὖν μήτηρ τοσαῦτα. Τίς δ' ἂν ἤνεγκε τὰ παρὰ τῶν Χαναναίων ὀνείδη, τῶν ἐπὶ τῇ θέᾳ τότε συνδεδραμηκότων; Ὁ μὲν γὰρ εἶπεν ἄν· Ὢ, ἐφ' οἷον θάλαμον τὸν υἱὸν ὁ καλὸς ἄγει πατήρ. Ὁ δὲ, Ἐκ ποίας ἄρα ποίμνης αὐτῷ τὸ ἱερεῖον; Ὁ δὲ, Καλῶς αὐτῷ ὁ Θεὸς πληθῦναι θέλει τὸ γένος, ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ. Ἄλλος, Ὢ πόσοι γέροντες ὡς υἱὸν θρηνοῦσι τὸν ἄθλιον, οὗτος δὲ ἠλίθιος γέρων οὐδὲ δακρύει τὸ ἴδιον τέκνον. Ταῦτα μὲν οἱ Χαναναῖοι· τῶν δὲ θεραπόντων ὁ μὲν ἀνοιμώξας εἶπεν· Ὦ παιδίον ἄθλιον, καὶ γενόμενον ὄψιμον, καὶ ἀπολλύμενον ἄωρον. Σοῦ καὶ παράδοξος ἡ γέννησις, καὶ παράδοξος ἡ τελευτή. Μόνος ἐκ πάντων ἐξ ἀγόνου μήτρας, μόνος ἐκ πάντων ἀκούων τὸν ἐπὶ τῇ ταφῇ σου θρῆνον. Ὢ, οἵαν ὁ δεσπότης αὐτοῦ εἰκόνα ἐξαλείφει τοῦ βίου. Ταῦτα μὲν οὖν οἱ καθ' ἕκαστον· ὁμοῦ δὲ πάντες ὑποστρέψαντες οἴκαδε, ὡς ἀφ' ἑνὸς στόματος εἶπον ἄν· Ὅδευε λοιπὸν, ὦ πρεσβῦτα, τοῦτο μόνον ἐνθυμούμενος, ὅτι τοῦτον ἂν θύσῃς, ἄλλον υἱὸν ἀπὸ Σάῤῥας οὐχ ἕξεις. Ταῦτα λογισμῷ σώφρονι προειδόμενος Ἀβραὰμ, ταῦτα σκοπήσας ὁ μακάριος, ἐμβύθιον ἔκρυψε τὸ πρόσταγμα, οὕτω διατεθεὶς, ὡς ἀκούσας ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. Ὦ θησαυρὲ κρύφιε δεσποτικῶν ἐντολῶν. ὦ ταμιεῖον ἀποῤῥήτων, ταμιεῖον ἱερῶν Θεοῦ λόγων. Ταῦτά σε τὰ μυστήρια καθ' ὅλης τῆς οἰκουμένης ἀνεκήρυξεν. Ὁδεύει διὰ ταῦτα σιγῇ μετὰ τοῦ Ἰσαὰκ ὁ πατὴρ, δύο μόνους θεράποντας ἐπαγόμενος, καὶ τούτους οὐκ εἰδότας τῆς θυσίας τὸν τρόπον· ὁδεύει δὲ τριῶν ἡμερῶν ὁδόν. Σὺ δὲ μάνθανε τὴν δοκιμασίαν τῆς γνώμης τοῦ προπάτορος, καὶ τοῦτ' ἐκ τοῦ διαστήματος τῆς ὁδοῦ. Οὐ γὰρ ἐγγὺς αὐτῷ Θεὸς δείκνυσι τὸ θυσιαστήριον, ἵνα μὴ τῇ θερμότητι τῆς πίστεως κλαπῇ φύσεως τὴν στοργήν· ἀλλ' ὅπως μακρὰν βαδίζων ὁδὸν, καὶ τὸν υἱὸν ἐπὶ πλεῖστον θεώμενος χρόνον συνήθως προσπαίζοντα, ταῖς ἀγκάλαις προστρέχοντα, τῇ ἐννοίᾳ τοῦ πρακτέου, καθάπερ χρυσὸς ἐν πυρὶ, τῷ πόθῳ πολλῷ χρόνῳ δοκιμασθεὶς, λαμπροτέραν τῆς ὑπακοῆς ἐπιδείξηται τὴν προαίρεσιν. Ὢ, ποσάκις ἐν τῷ τριημέρῳ τούτῳ διαστήματι καθ' ἑαυτὸν ὁ πατὴρ ἀνετυπώσατο τοῦ υἱοῦ τὴν σφαγήν. ποσάκις ἐπέθηκε τῇ πυρᾷ τοῦ τέκνου τὸ λείψανον, τοσαυτάκις τὴν καρδίαν πληγεὶς, ὁσάκις ἂν τὴν θυσίαν ἀνελογίζετο. Τὸ μὲν γὰρ πεπραγμένον κακὸν εὐθὺς πρὸς λήθην ὁρᾷ, τὸ δὲ ἐν ἐλπίσι λυπεῖ τοσαυτάκις, ὁσάκις ἂν ἐλπισθῇ. Ὁρᾷ λοιπὸν ὁ μακάριος πόῤῥωθεν τῆς λειτουργίας τὸν τόπον, ἀῤῥήτου φωνῆς προσδειξάσης αὐτῷ, καὶ μόνον παραλαμβάνει τὸν υἱὸν ὁ πατὴρ, ἀπολιπὼν μετὰ τῆς ὄνου τοὺς δούλους· μόνος ὁδεύει λοιπὸν μετὰ μόνου τοῦ Ἰσαὰκ, οὐχ ὡς πατὴρ μετὰ τέκνου, ἀλλ' ὡς ἱερεὺς μετὰ θύματος. Ἐπιτίθησι δὲ καὶ τῷ Ἰσαὰκ τῆς θυσίας τὰ ξύλα, αὐτὸς φέρων τὴν μάχαιραν καὶ τὸ πῦρ. Βαρύνει τῷ φορτίῳ τὸν νέον, ἵνα ἐφιδρώσας ὁ παῖς τῷ καμάτῳ, καὶ τοῖς τῆς φύσεως λουτροῖς καθηράμενος, εὐαγεστέρα γένηται τῷ Θεῷ προσφορά. Ἐνταῦθα δὲ γενομένου τοῦ λόγου, τὸν τύπον ἰδὼν, ἀνεμνήσθην τῆς ἀληθείας. Ἰδὼν γὰρ πῶς Ἰσαὰκ ἑαυτῷ βαστάζει τῆς θυσίας τὰ ξύλα, δοξάζω τὸν Χριστὸν τὸν διὰ τὴν τῶν ἀνθρώπων σωτηρίαν ἑαυτοῦ τὸν σταυρὸν βαστάσαι θελήσαντα. Ὅλης γὰρ τῆς κατὰ Χριστὸν οἰκονομίας τὴν σκιὰν ἐνταῦθα προλαβοῦσαν ὁρῶ. Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη ὁ Χριστός· τούτου τύπος Ἰσαὰκ εἰς θυσίαν ἀγόμενος. Ἐν ὀφθαλμοῖς ἡ σφαγὴ, καὶ οὐκ ἀπειθεῖ τῷ γεννήσαντι Ἰσαάκ· τύπος γὰρ ἦν Χριστοῦ, Ὃς ὑπήκουσε Πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Ἰσαὰκ καὶ τέκνον ἦν ἐν ταὐτῷ καὶ θῦμα. Ὁμοίως καὶ ὁ Χριστὸς Υἱὸς Θεοῦ, καὶ ἀμνὸς ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὐ φείδεται τοῦ Ἰσαὰκ ὁ πατὴρ, ἀλλ' οὐδὲ Θεὸς τοῦ Χριστοῦ. Ὣς (sic) γὰρ τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν. Τριήμερον μετὰ τὴν θυσίαν ἡ μήτηρ ὁρᾷ ζῶντα τὸν Ἰσαάκ· τριήμερον καὶ ἡ Ἐκκλησία ἄφθαρτον ὁρᾷ τὸν Σωτῆρα. Καὶ ταῦτα μὲν περὶ τύπων, ὡς ἐν παρόδῳ. Ἀβραὰμ δὲ ἐφέστηκεν ἤδη τῷ τόπῳ τῆς λειτουργίας, εἴσω λοιπὸν τοῦ ἀγῶνος γενόμενος, ἐν ᾧ φύσις μὲν καὶ προαίρεσις μάχεται, στεφανοῦται δὲ γνώμη κατὰ τῆς φύσεως, καὶ φέρει φιλοθεΐα δικαίως κατὰ φιλοτεκνίας τὰ νικητήρια. Ἦλθεν ὁ πατὴρ μετὰ τοῦ τέκνου, μόνος ὁ ἱερεὺς μετὰ μόνου τοῦ θύματος. Πάντα δὲ ἦν ὁ παῖς τῷ πατρὶ, καὶ λειτουργὸς πρὸς ὑπηρεσίαν, καὶ θῦμα πρὸς ἱερουργίαν.