Ancient Greek
Section 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Contra theatra [Sp.] 6.1
Not analysed yet
Ἐγὼ δὲ καὶ τοῦ νέου θαυμάζω τὴν σύνεσιν, ὅπως αἰδεσίμως προσέρχεται τῷ πατρὶ, καί φησι· Πάτερ, ἰδοὺ τὸ πῦρ, καὶ τὰ ξύλα· τὸ πρόβατον ποῦ; Οὐ καταγελᾷ τῆς λήθης τοῦ πατρός· εἶδε γὰρ Χαναναίους δουλεύοντας διὰ γέλωτα Χάμ· ἀλλ' ἐρωτᾷ, Ποῦ; σχήματι πεύσεως λήθης διορθούμενος σφάλμα. Πάτερ, φησὶν, ἰδοὺ τὰ ξύλα καὶ τὸ πῦρ· τὸ πρόβατον ποῦ; Ποῖος ἀρκέσει λόγος πρὸς παράστασιν τῆς τοῦ ἀνδρὸς μεγαλοψυχίας; Οὐκ ἐχάλασεν αὐτὸν πρὸς δάκρυα τοῦ παιδὸς ἡ φωνὴ, οὐκ ὠλοφύρατο τὴν ἡλικίαν τοῦ νέου ἀναισθητοῦσαν τῆς οἰκείας σφαγῆς, ἀλλ' ἔμεινε διαπαντὸς ἄτρωτος καὶ ἀδαμάντινος, τῆς πατρικῆς διαθέσεως ἐκλαθόμενος. Φησὶν οὖν πρὸς αὐτὸν εὐσταθῶς· Ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον, τέκνον. Οὐ προαπαγγέλλει τῷ νέῳ τὸ ἐπ' αὐτῷ τοῦ Θεοῦ βούλημα, ἵνα μὴ ἁπαλῇ διανοίᾳ ἑαυτῷ ἐπιθρηνήσας ὁ νέος, δάκρυσι σπιλώσῃ τὸ θῦμα. Πῶς ὑμῖν, ἀδελφοὶ, ἀδακρυτὶ τὰ μετὰ ταῦτα διηγήσομαι; Πέπονθά τι πρὸς τὴν τῶν ἔργων διήγησιν, ὡς πατήρ. Μόνης γὰρ ἦν τῆς τοῦ Ἀβραὰμ γλώττης, ὡς οἶμαι, ἀδακρυτὶ τὰ γινόμενα διηγήσασθαι, καὶ τοιαύτην δεῖξαι ἐπὶ τῶν λόγων μεγαλοψυχίαν, οἵαν ἐκεῖνος ἐπὶ τῶν ἔργων ἔδειξε τὴν στεῤῥότητα. Τὸ γὰρ δὴ θαυμαστὸν καὶ τίμιον τοῦ ἀνδρὸς, ὅτι ὃ ἐκεῖνος εὐσταθῶς εἰργάσατο, τοῦτο ἡμεῖς οὐδὲ τοῖς λόγοις εἰπεῖν ἀπαθῶς ὑπομένομεν. Ἀλλ' ὅμως πειρατέον, κἂν μὴ λίαν ἔτι που τῆς τοῦ προπάτορος ἀρετῆς ἐφικώμεθα, φιλοθεΐας νόμῳ τὰ πάθη νικήσαντας κοινωνῆσαι αὐτῷ τῆς θυσίας, τῷ μέρει τῆς διηγήσεως. Ἀνακαύσας τοίνυν λαμπρὸν ἐπὶ τῷ βωμῷ τὸ πῦρ, σχηματίζει πρὸς τὴν θυσίαν, ἱερείου νόμῳ, τὸν υἱὸν ὁ πατὴρ, τὸν ἀγαπητὸν, τὸν μονογενῆ, καὶ θεὶς ὡς εἰς προσκύνησιν ἐπὶ τὰ γόνατα, ὄπισθε κατὰ τὸν νῶτον περιειλεῖ, τὸ ἐναντίον σχῆμα περιτιθεὶς τῷ παιδί· εἶτα τοῖς οἰκείοις ἀντιστηρίξας γόνασιν ὄπισθεν, καὶ τὴν κόμην πρὸς ἑαυτὸν ἀντανακλάσας, ἀνατείνας τὴν δεξιὰν, τολμᾷ φέρειν ἀφ' ὑψηλοῦ κατὰ τοῦ λαιμοῦ τὴν σφαγήν. Ὢ τόνος φιλοθεΐας. ὢ ψυχῆς ἀνίκητος ἀνδρεία. Ἔδησε πρὸς σφαγὴν τὸν υἱὸν, καὶ οὐκ ἐλύθησαν τῆς φύσεως οἱ ἁρμοί. Τὸ ξίφος ἐν χερσὶ, καὶ οὐκ ἐνάρκησεν ἡ δεξιά. Τίς ἂν ἤνεγκε παρεστὼς τοῖς γινομένοις; τίς οὐκ ἀνεστράφη; τίς οὐκ ἔφυγε τοῦ πατρὸς γενόμενος συμπαθέστερος; Διὰ τοῦτο τοὺς δούλους ὁ σοφὸς γέρων οὐ παραλαμβάνει μεθ' ἑαυτοῦ, ἀλλὰ μακρὰν περιμένειν κελεύει, ἵνα μὴ συμπαθήσαντες τῇ σφαγῇ τοῦ δεσπότου, φιλοθέου γνώμης πρᾶξιν κωλύσωσι. Τίνα γὰρ οἴει παρόντας τοὺς παῖδας λαβεῖν ἔννοιαν περὶ τοῦ δεσπότου, βλέποντας αὐτὸν ἁπλῶς οὕτως ὁρμῶντα πρὸς τὴν τοῦ ἠγαπημένου παιδὸς σφαγήν; τίνας ἂν πρὸς ἑαυτοὺς λόγους εἰπεῖν; Ὢ τῆς δεινῆς ταύτης καὶ ἀπευκταίας συμφορᾶς. Ὁ δεσπότης ἡμῶν τάχα μαίνεται, καὶ οὐ γνωρίζει τὸν περιπόθητον υἱὸν, ἀλλ' ἕν τι τῶν εἰς θυσίαν κατέχειν φαντάζεται, μόσχον ἢ πρόβατον. Προσέλθωμεν τοίνυν τὸ τάχος αὐτῷ· οὐ γὰρ ἀναμένει τὸ πρᾶγμα βραδυτῆτα· κρατήσωμεν τέως τὸ ξίφος, ἐπισχῶμεν τὴν δεξιὰν, μὴ φθάσῃ τὴν παραίνεσιν ἡ πληγή. Μὴ γὰρ ἀκίνδυνον τὸ προσελθεῖν; πῶς φείσεται δούλων, ὁ υἱοῦ μὴ φειδόμενος φιλτάτου; Παρακινδυνεύσωμεν δὲ ὅμως Εὐκλεὴς ἡμῶν ὁ θάνατος, ἂν τύχῃ· ὑπὲρ γὰρ νέου ἔσται δεσπότου. Φθεγξώμεθά τι παρὰ τὸ προσῆκον, ἐπιτιμήσωμεν ὡς μαινομένῳ, εἰ ἄρα καὶ αἴσθοιτο. Τιμῆς ἄξιος ὁ δεσπότης, ἀλλ' ἐν σωφροσύνῃ αἰδοῦς, ἀλλ' οὐκ εἰς θάνατον. Ὑβρισθεὶς ἐν μανίᾳ, χάριν εἴσεται σωφρονήσας, καὶ ὡς εὐεργέτας ἀμείψεται, ὡς σωτῆρας τοῦ τέκνου. Ταῦτα λέγοντες προσέδραμον ἂν εὐθὺς, καὶ πρῶτον μὲν τῆς δεξιᾶς χειρὸς ἐξείλοντο τὸ ξίφος, καὶ τοῦ θανάτου τὸν Ἰσαάκ· ἔπειτα καὶ λόγοις ἂν ἐχρήσαντο, τοῖς μὲν πρὸς νῆψιν ἄγουσι, τοῖς δὲ πρὸς ἑαυτοὺς μᾶλλον τὴν ὁρμὴν τοῦ δεσπότου μετάγουσι, λέγοντες· Ἐπίστησον, δέσποτα, τῇ διανοίᾳ· τὸν υἱὸν ἐν χερσὶν ἔχεις, τὸν ἀγαπητὸν, τὸν τῆς στείρας τόκον, τὸ παρὰ Θεοῦ ὄψιμον δῶρον, τὸν τῆς φιλοξενίας καρπὸν, τὸν ἀντὶ μόσχου μόσχον, δι' ὃν μόνον γενεθλίους ἐτέλεσας ἑορτὰς, καὶ σωτηρίους τῷ Ὑψίστῳ θυσίας προσήνεγκας, ὃν ἐλπίσιν ἀνέθρεψας ὡς βακτηρίαν τοῦ γήρως, δι' ὃν ἔζης ἡδέως, οὗ ὑπερηύχου μὴ ἰδεῖν θάνατον, ἀλλὰ κληρονόμον ἀπολιπεῖν καὶ δεσπότην ἡμέτερον· τοῦτον ἐν χερσὶν ἔχεις. Ἰδὲ τοῦ παιδὸς τὴν μορφὴν, δέσποτα, τὴν σὴν γνώρισον εἰκόνα. Τοιοῦτος γὰρ ἦς καὶ σύ ποτε, ὅτε ἦς νέος. Ἰσαὰκ, φθέγξαι τι καὶ σὺ πρὸς τὸν πατέρα, ὅπως διὰ τῆς φωνῆς γνωρίσῃ τὸ γέννημα. Οὗτός ἐστι, δέσποτα, οὐχ ἡ θυσία, ἀλλ' ὑπὲρ οὗ πολλαὶ θυσίαι, ὑπὲρ οὗ πολλαὶ δεήσεις πρὸς τὸν Θεὸν, εἰς ἀνδρῶν ἡλικίαν ἐλθεῖν, καὶ τοιαύτην ἀγαγέσθαι κοινωνὸν τοῦ βίου, οἵα κατὰ ἀρετὴν ἡ τούτου τυγχάνει μήτηρ, δίχα μέντοι τῆς στειρώσεως. Ἐπόθεις γὰρ αὐτοῦ καὶ πρωΐμους ἰδέσθαι καρποὺς, καὶ τούτοις τέρπεσθαι πάλιν, ὡς ἐπὶ θηλάζοντι τῷ Ἰσαάκ. Ἀλλ' ὢ τῶν ἀπευκταίων συμφορῶν, εἰς οἵας αὐτὸν ἤγαγες ἡμέρας. Ἀντὶ στεφάνων δεσμὰ, ἀντὶ γυναικὸς μάχαιρα. Φαίνεις δὲ καὶ πῦρ, οὐχ ᾧ γήμῃ τις, ἀλλ' ᾧ θάπτεται. Παρίσταται δὲ καὶ ὁ νέος, οὐ παστοῖς ἐστεφανομένος, ἀλλὰ βωμῷ δεδεμένος, καὶ φορῶν οὐκ ἐσθῆτα γαμήλιον, ἀλλὰ σχῆμα θανάσιμον. Οὐ παρέστη δὲ κηδεστὴς γάμου, συνάπτων τὰ διωρισμένα τῷ γένει, ἀλλὰ παρέστη πατὴρ, σφαγῇ χωρίζων τὰ ἡνωμένα τῇ φύσει. Οὕτω περὶ τέκνων μηδὲ Χαναναίων πατέρες βουλεύσαιντο. Τοιαῦτα μέχρι νῦν τῷ Ὑψίστῳ προσέφερες θύματα; τοιαῦτα προσῆγες ὑπὲρ τῆς σωτηρίας τοῦ τέκνου χαριστήρια; Οὐχὶ κριοὺς καὶ τράγους ἐδιχοτόμεις, ἄλογα ζῶα, τὸν τῶν λογικῶν καὶ ἀλόγων Δεσπότην ἱλασκόμενος; τὸ δὲ νῦν σφάγιον ὁποῖον; Ὢ τῶν ἀνυποίστων κακῶν. Ὅμοιον τῷ ἱερεῖ τὸ ἱερεῖον, συγγενὲς τῷ ἱλασκομένῳ τὸ ἵλασμα· οὐκ ἐκ ποίμνης, ἀλλ' ἐκ φύσεως αὐτῆς τοῦ ἱερέως τὸ θῦμα. Τοιαύτας ὁ Θεὸς οὐ λαμβάνει θυσίας· φιλάνθρωπος γὰρ ὢν, ἄνθρωπον εἰς θυσίαν οὐ δέχεται. Τί σε καλέσομεν ἀπὸ τοῦ νῦν, ὦ δέσποτα; ἱερέα διὰ τὴν θυσίαν, ἢ τεκνοκτόνον διὰ τὸ τέκνον; Ξένος τις οὗτος ἀληθῶς ὁ τῆς θυσίας τρόπος, καὶ οὐδὲ λόγῳ ῥητός. Πᾶσαι γὰρ αἱ θυσίαι ὑπὲρ σωτηρίας τελοῦνται, ὁ δὲ σὸς υἱὸς διὰ θυσίας ἀπόλλυται. Τί δὲ καὶ καλέσομεν τὸ πραττόμενον; φόνον, ἢ θυσίαν; ἀρὰν, ἢ προσφοράν; ἐμπρησμὸν, ἢ ὁλοκάρπωσιν; Οὕτω γὰρ ἔκθεσμον, οὕτως ἔκνομόν ἐστιν, ὅτι οὐδὲ προσηγορίαν ἔχει προσφορᾶς τὸ γινόμενον. Ὢ, οἷα ἰδεῖν ἠλπίσαμεν, καὶ οἷα νῦν θεώμεθα. Ἠλπίσαμεν αὐτὸν ὑπουργοῦντά σοι πρὸς τὰς θυσίας, λειτουργοῦντα πρὸς τὰς ἱερουργίας· νῦν δὲ, ὢ τῶν ἀνυποίστων κακῶν. οὐ παρέστηκε τῷ ἱερεῖ θῦμα κρατῶν, ἀλλ' αὐτὸς κεῖται δεδεμένος ἀντὶ θύματος· οὐδὲ φωνὴν ἀφίησιν, ὡς ἀμνὸς, ἀλλ' ἄφωνος κεῖται καὶ ἄλαλος, καὶ ἀφελέστερος καὶ προβάτου πρὸς μόνην βλέπει τὴν δεξιὰν, ἣν πολλάκις ὡς φιλοστόργου πατρὸς κατεφίλησε, τάχα δὲ καὶ νῦν, μετὰ τοῦ ξίφους ἐχομένην αὐτὴν ὁρῶν, καταφιλῆσαι θέλει. Πολλαί σοι ποιμναὶ προβάτων, δέσποτα, βοῶν ἀγέλαι πολλαί· ἐκ τούτων πλήρωσον τὴν θυσίαν τῶν θυσίμων, τῶν νενομισμένων, οὐ τῶν ἀθύτων καὶ ἀβρώτων. Πάσας εἰς ἓν ὁλοκάρπωσον, εἰ βούλει, τὰς ἀγέλας· οὐκ ἀντιλέγομεν· ἔννομος γὰρ τῆς θυσίας ταύτης ἡ φιλοτιμία· τὸ δὲ νῦν πραττόμενον πόλεμος μᾶλλον ἢ θυσία, πολιορκία τις, οὐ προσφορά. Ταῦτα γὰρ εὐχόμενοι ὑπομένομεν, ἅπερ εὐχόμεθα μὴ ἰδεῖν πολεμούμενοι· καὶ τοιαῦτα πάσχομεν ἐν θυσίαις, οἷα ἵνα μὴ πάθωμεν εὐχόμεθα. Τὸ νῦν ἔργον ὀλεθριώτερον καὶ πολέμου. Τάχα γὰρ ἂν ἐφείσατο καὶ πολέμιος, τοῦ νέου τὴν μορφὴν, τὴν ἡλικίαν αὐτοῦ κατελεήσας. Πῶς οἰκήσεις ἔτι τῶν Χαναναίων τὴν χώραν, νικήσας οὕτω καὶ θηρίων ὠμότητα; Τάχα πάντες ἐπιστήσονταί σοι τῶν Χαναναίων οἱ παῖδες, ἀνέλωμεν λέγοντες, τὸν τεκνοκτόνον, μὴ πονηρὸν γένηται παιδοκτονίας παράδειγμα τοῖς ἡμετέροις πατράσιν. Ἔκκοψον δὲ καὶ σὺ τὴν φιλόξενον δρῦν, τὴν φιλάνθρωπον σκηνὴν, ἔμπρησον αὐτὴν, ὡς τὸν παῖδα. Οὐδεὶς γὰρ ἔτι πλησιάσαι σοι τῶν ὁδευόντων τολμήσει, ὕποπτος αὐτοῖς ὑπάρχων, ὁ υἱοῦ μὴ φεισάμενος. Πῶς οὖν ἡ ἀθλία σε Σάῤῥα, ἡ ἡμετέρα δέσποινα, ἡ σὴ μὲν σύνοικος, ἡ τούτου δὲ μήτηρ, ὄψεται, ἁγιώτερον ἐκ τῆς θυσίας τὸν παῖδα προσδεχομένη; Τί γὰρ νομίζεις παθεῖν αὐτὴν ἔρημον τοῦ τέκνου τὸν πατέρα θεασαμένην; Οὐχὶ πεσεῖται εἰς γῆν ἀθυμίᾳ λυθεῖσα; οὐ παραχρῆμα κινδυνεύσει πεσοῦσα; οὐκ ἀπολέσεις μετὰ τοῦ υἱοῦ καὶ τὴν σύνοικον; Πῶς οὖν ἄλλον Ἰσαὰκ γεωργήσεις, δέσποτα, πετρωθείσης τῷ θανάτῳ τῆς χώρας; Ὡς εἴθε μηδὲ τὴν ἀρχὴν ἐλύθη τῆς Σάῤῥας ἡ στείρωσις, ἵνα σὺ μήτε πατὴρ, μήτε παιδοκτόνος ἐκλήθης. Ποῖος αἰὼν οὕτω μακρὸς λήθῃ καλύψαι δυνήσεται τὸ πραττόμενον; Οὐκ ἴσχυσεν ὁ παρελθὼν χρόνος τὸ τῆς ἀδελφοκτονίας ἀπαλεῖψαι μῖσος, ἀλλ' ἔτι καὶ νῦν ψέγεται Κάϊν ὡς μὴ γνωρίσας τὴν φύσιν, καὶ πρόῤῥιζον μὲν ἅπαν αὐτοῦ διὰ κατακλυσμοῦ τὸ γένος ἀπόλωλεν, ἡ δὲ μνήμη τῆς ἀδελφοκτονίας οὐδὲ πλήθει τοσούτων ὑδάτων ἐκπέπλυται. Παρὰ πολὺ δὲ τεκνοκτόνος ἀδελφοκτόνου βαρύτερον, καὶ τοσοῦτον ὅσον ἀδελφοῦ πατὴρ οἰκειότερος. Τί τοίνυν, δέσποτα, θεοσεβεῖ καὶ θαυμαστῷ βίῳ αἰσχύνην ἐπάγεις ἀθάνατον, οὐ χρόνῳ δυναμένην ἐξαλειφθῆναι, οὐχ ὕδασι. Δεῦρο δὴ, λοιπὸν ἄκουσον ἡμῶν, καὶ τῶν δεσμῶν τὸν υἱὸν ἄφες ἐλεύθερον, ῥῖψον τὸ ξίφος, σβέσωμεν τὸ πῦρ, αὐτὸν τὸν βωμὸν κατασκάψωμεν· μηδὲν ὅλως ἴχνος ἐάσῃς ἀπίστου τολμήματος ἐπὶ γῆς. Εἰ δὲ ἀπειθεῖς μετὰ τοσαύτην παραίνεσιν, καὶ πονηρῷ φιλονεικεῖς διακονήσασθαι δαίμονι, τοῦτο μόνον δεόμεθα, πρώτους ἀπόκτεινον ἡμᾶς, καὶ ἡδέως δεχόμεθα τὴν σφαγήν. Ἄμεινον γὰρ ἡμῖν ἐνταῦθα πεσεῖν, ἢ δούλους κληθῆναι παιδοκτόνου δεσπότου. Πῶς οὖν, τοιαῦτα καὶ λεγόντων καὶ πραττόντων ἐξ ἀνοίας τῶν δούλων, ὁ προπάτωρ καθωσιώθη τῷ τοῦ Δεσπότου προστάγματι; πῶς ἂν οὕτως ἐν ὅλῳ τῷ κόσμῳ ἀγαθὴ φιλοθεΐας ἔλαμψε πρᾶξις; πῶς ἂν ὑψηλὴ πίστεως ἀνωρθώθη στήλη; πῶς ἂν ἔργοις ἔμαθε κόσμος, ὅτι φόβος Θεοῦ πόθου παιδὸς τιμιώτερος; Διὰ τοῦτο μόνος ἐπὶ τὴν θυσίαν παραγίνεται, μόνος τὸν μονογενῆ διὰ Μονογενοῦς τῷ μόνῳ προσφέρων Θεῷ. Ἐμάθετε, ἀγαπητοὶ, διὰ τῶν εἰρημένων τοῦ προπάτορος τὴν φιλοθεΐαν· μάθετε διὰ τῶν ἑξῆς καὶ τοῦ Θεοῦ τὴν ἄφατον φιλανθρωπίαν· μάθετε πῶς οἱ διὰ τὸν Θεὸν τῶν παρόντων καταφρονήσαντες καὶ προκόπτουσιν εἰς ἀρετὴν, καὶ τῶν προσκαίρων οὐχ ἁμαρτάνουσιν. Ἔκειτο τοίνυν συμπεποδισμένος ὁ Ἰσαάκ, καὶ γυμνὸν τῷ πατρὶ παρέχων τὸν λαιμὸν εἰς σφαγὴν, ἡ δὲ χεὶρ τοῦ ἱερέως ὑψηλὴ τὴν πληγὴν ἐπισπεύδουσα, καὶ παραχρῆμα φέρεται οὐρανόθεν ἐλέου φωνὴ, καθάπερ χεὶρ τὴν χεῖρα κωλύουσα, καὶ ταχυτάτῳ προστάγματι τὴν προθυμίαν τοῦ ἱερέως ἐπέχουσα. Μὴ γὰρ, φησὶν, ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον. Ἀρκοῦμαι τῇ προθυμίᾳ, κἂν ἡ πρᾶξις ἀπείη. Οὐκ ἤθελον σφαγῆναι τὸν παῖδα σου, ἀλλ' ἤθελον φανῆναι τὴν πίστιν σου ἐν ὅλῳ τῷ κόσμῳ. Ἐπειδὴ γὰρ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι' ἐμὲ, ἀλλὰ, τὸ σὸν μέρος, ἀπόλωλεν Ἰσαὰκ, ὅσον ἐπὶ σοὶ, ἠτέκνωται Σάῤῥα, καὶ οὔτε σὺ ὀνομάζῃ πατὴρ, ἀπὸ τοῦ νῦν διὰ τὴν ἀγάπην τὴν εἰς ἐμὲ σῶον ἀπολάμβανέ σου τὸν υἱὸν, μακρόβιόν τε καὶ πολυχρόνιον. Τὸ γὰρ ἔργον ἐμοὶ πέπρακται τῷ τὰς διαθέσεις τῶν ἐννοιῶν βλέποντι. Ἀμείψομαι δέ σε πρὸς τούτοις, θέραπον, πάντη καταλλήλῳ δωρεᾷ, καὶ προσφόρῳ προσηγορίᾳ τιμήσω σε, πᾶς ὅσιός σε καλέσει πατέρα. Ἡ πρᾶξις αὕτη πολλούς σοι δικαίους ἀπογεννήσει παῖδας, σὺ πάντων τῶν εἰς ἐμὲ πιστευόντων κληθήσῃ πατήρ· ἐγώ σοι κατ' ἐξαίρετον ἐκ λίθων ἐγερῶ τέκνα. Ἑνὸς υἱοῦ κατεφρόνησας, ἕξεις ἀπείρους ἀπὸ τοῦ νῦν· πατέρα γὰρ πολλῶν ἐθνῶν τέθεικά σε. Καὶ τὰ μὲν παρὰ Θεοῦ τοιαῦτα· ἡμεῖς δὲ ἅπαντες, ἀγαπητοὶ, ὑπογραμμῷ φιλοθεΐας τῷ προπάτορι Ἀβραὰμ χρώμενοι, μηδέν τι τῶν προσκαίρων ἀγαθῶν τῆς εἰς Θεὸν πίστεως ἡγώμεθα τιμιώτερον, μὴ πατρίδα, μὴ γένος, μὴ πλοῦτον, μὴ δόξαν, μὴ τέκνον ἀγαπητὸν, κἂν μόνον τυγχάνῃ γενόμενον· ὅπως ὁμοιότητι πίστεως τέκνα γενόμενοι τοῦ προπάτορος Ἀβραὰμ, εἰς τοὺς φωτεινοὺς αὐτοῦ κόλπους μετὰ Ἰσαὰκ ἀναπαυσώμεθα, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ δεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.