Ancient Greek
Section 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De adoratione pretiosae crucis [Sp.] 2.1
Not analysed yet
Τοιαύτη γὰρ ἡ χάρις· τὴν παρὰ τοῖς φίλοις πτωχείαν εἰς πολὺν ἐξάγει πλοῦτον, διὰ τὸ φιλόδωρον τοῦ Δεσπότου, οὐ τῇ τῶν πραγμάτων ἐκβάσει μόνον, ἀλλὰ καὶ τῇ προθέσει τῶν ἀγωνιζομένων τοὺς στεφάνους ὁρίζοντος. Τί δέ ἐστιν, Ἀράτω; Οὕτως ἔστω πρόθυμος εἰς τὸ σφαγιασθῆναι καὶ σταυρωθῆναι, φησὶν, ὡς ἐκεῖνος ὁ βαστάζων ἐπὶ τῶν ὤμων· οὕτως ἐγγὺς εἶναι νομιζέτω τοῦ θανάτου. Τὸν τοιοῦτον ἅπαντες καταπλήττονται· οὐ γὰρ οὕτω δεδοίκαμεν τοὺς μυρίοις πεφραγμένους ὅπλοις ἀνθρωπίνοις, καὶ ἐπὶ ἀνδρείᾳ τοσαύτῃ τετειχισμένους, ὡς τοῦτον ἐπ' ἐλευθερίᾳ. Οὐδὲν γὰρ οὕτω ποιεῖ θάνατον ἐκφυγεῖν, ὡς τὸ καταφρονεῖν θανάτου. Ἵνα δὲ μηδεὶς νομίσῃ τοῦτο μόνον ἀρκεῖν, τὸ πρὸς θάνατον ἑτοίμους εἶναι (εἰσὶ γὰρ καὶ λῃσταὶ καὶ γόητες τοιοῦτοι καὶ μιαιφόνοι πάντες), διὰ τοῦτο προσέθηκε· Καὶ ἀκολουθείτω μοι. Οὐ τὸν ἀνδρεῖον ζητῶ, φησὶ, μόνον, οὐδὲ τὸν ἀκατάπληκτον πρὸς τὴν τελευτὴν τοῦ βίου, ἀλλὰ τὸν ἐπιεικῆ καὶ σώφρονα καὶ μέτριον, καὶ πάσης γέμοντα ἀρετῆς. Εἶδες σταυροῦ διακονίαν οὐκ ἐπὶ τοῦ Δεσπότου μόνου, ἀλλὰ καὶ ἐπὶ τῶν δούλων τοσαῦτα ἰσχύουσαν; Τοῦτο Πέτρον κορυφαῖον εἰργάσατο· τοῦτο Παῦλον τοσοῦτον ἐποίησε. Διὸ καὶ ἔλεγε· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις, ἢ στενοχωρία, ἢ κίνδυνος, ἢ μάχαιρα; Τοῦτο καὶ τοὺς νηστεύοντας οὐχὶ βρωμάτων μόνον, ἀλλὰ καὶ παθῶν ἀνδρείους ἀπειργάσατο. Περιφράσσωμεν ἑαυτοὺς, ἀγαπητοὶ, τῇ δυνάμει τοῦ σταυροῦ, καὶ καθωπλισμένοι πρὸς τὸ ἑξῆς, προθυμότεροι τῇ νηστείᾳ προσβῶμεν, καὶ πάντων τῶν τοῦ βίου τερπνῶν καταφρονήσωμεν. Καὶ γὰρ πλοῦτος, καὶ δόξα, καὶ δυναστεία, καὶ ἔρως, καὶ ὅσα τοιαῦτα, διὰ τοῦτο ἡδέα, διότι φιλοψυχοῦμεν, καὶ τῇ παρούσῃ προσηλώθημεν ζωῇ. Ταύτης δὲ καταφρονηθείσης, οὐδεὶς ἐκείνων ἡμῖν λόγος. Καλὴ γὰρ ἡ παροῦσα ζωὴ, καλὴ καὶ ἡδεῖα· δῶρον γάρ ἐστι Θεοῦ· ἀλλ' ὅταν ἡ μέλλουσα φανῇ, τότε καταφρονεῖται δικαίως αὐτή. Μὴ τοίνυν αἰσχυνθῶμεν τοῖς σεμνοῖς τῆς σωτηρίας ἡμῶν συμβόλοις, μηδὲ τὸ μέγα κεφάλαιον τῶν ἀγαθῶν, δι' οὗ ζῶμεν καὶ ἐσμὲν, ἀποκρουσώμεθα, τρυφῇ ἑαυτοὺς ἐκδόντες καὶ κραιπάλῃ καὶ γαστριμαργίᾳ, ἀλλ' ὡς στέφανον περιφέρωμεν τὸν σταυρὸν τοῦ Χριστοῦ, τουτέστι τῶν παθῶν τὴν νέκρωσιν. Καὶ γὰρ πάντα δι' αὐτοῦ τελεῖται τὰ καθ' ἡμᾶς· κἂν ἀναγεννηθῆναι δέῃ, σταυρὸς παραγίνεται· κἂν τραφῆναι τὴν μυστικὴν ἐκείνην τροφὴν, κἂν χειροτονηθῆναι, κἂν ὁτιοῦν ἕτερον ποιῆσαι, πανταχοῦ τὸ σύμβολον ἡμῖν τοῦ σταυροῦ παρίσταται. Διὰ τοῦτο καὶ ἐπὶ οἰκίας, καὶ ἐπὶ τῶν τοίχων, καὶ ἐπὶ τῶν θυρίδων, καὶ ἐπὶ τῶν μετώπων, καὶ ἐπὶ τῆς διανοίας μετὰ πολλῆς ἐπιγράφομεν αὐτὸν τῆς σπουδῆς. Τῆς γὰρ ὑπὲρ ἡμῶν σωτηρίας καὶ τῆς ἐλευθερίας τῆς κοινῆς, καὶ τῆς ἐπιεικείας τοῦ Δεσπότου τοῦτό ἐστι σημεῖον. Διὰ τοῦτο σφραγὶς κέκληται, ὅτι πάσας τοῦ Θεοῦ τὰς παρακαταθήκας, ὅσας ἂν λάβωμεν, τούτῳ, καθάπερ τινὶ σημάντρῳ βασιλικῷ καὶ δακτυλίῳ, σφραγίζομεν, καὶ προσελθεῖν οὐδὲν οὐκέτι τολμᾷ πονηρόν. Ἂν προστασίαν δήμου τινὶ παρακατάθωμεν, κἂν πρὸς τὸ τῆς ἱερωσύνης ἀγάγωμεν ἀξίωμα, μετὰ τὸ μυρία ἐπεύξασθαι, καὶ καλέσαι τοῦ Πνεύματος τὴν χάριν ἐλθοῦσαν, τούτῳ σφραγίζομεν, ὥσπερ ἐναποκλείοντες ἐν ἀσφαλεῖ ταμιείῳ τὴν δοθεῖσαν δωρεάν. Οὕτω καὶ ἐν ταῖς ἱερουργίαις παραλαμβάνεται. Ὁ γὰρ σταυρὸς τοῦ Χριστοῦ μάχαιρά ἐστι καὶ ξύλον, ἐν ᾧ σφαγεὶς ὁ Χριστὸς ὑπὸ τῶν θεοκτόνων Ἰουδαίων ἔλυσε τὰ ἔργα τοῦ διαβόλου, καὶ αὐτὸν τὸν διάβολον κατέβαλε, τὰς ἡμῶν ἁμαρτίας προσηλώσας ἐν αὐτῷ. Τούτου χάριν ἐν ταῖς ἱερουργίαις παραλαμβάνεται, οἵα τις ῥομφαία καὶ μάστιξ βασιλικὴ, βασανίζουσα καὶ ἀποδιώκουσα πᾶσαν δαιμονικὴν ἔλευσιν, καὶ σατανικὴν ἐπιφοράν. Διὰ τοῦτο οἱ θεῖοι ἱερομύσται, ὥσπερ τινὲς δορυφόροι, προθέντες τὴν βασιλικὴν μάστιγα, διὰ ταύτης ἀποδιώκουσι πᾶσαν ἀντίδικον καὶ ἀντίπαλον φάλαγγα, τὰς θείας καὶ βασιλικὰς δωρεὰς τοῖς μυσταγωγοῖς ἀπονέμοντες, καὶ σὺν αὐτοῖς τὸν βασιλέα Χριστὸν γεραίροντες.