Ancient Greek
Section 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De adoratione pretiosae crucis [Sp.] 3.1
Not analysed yet
Ὅταν τοίνυν σφραγίζῃ, ἐννόει τοῦ σταυροῦ πᾶσαν τὴν ὑπόθεσιν, καὶ σβέσεις θυμὸν, καὶ πάντα τὰ λοιπὰ πάθη. Ὅταν σφραγίζῃ, πολλῆς ἔμπλησον τὸ μέτωπον παῤῥησίας, τὸ στῆθος, τὰ ὄμματα, καὶ πᾶν μέλος παράστησον θυσίαν εὐάρεστον τῷ Θεῷ. Τοῦτο γὰρ ἡ λογικὴ λατρεία. Τοῦτο τὸ σημεῖον καὶ ἐπὶ τῶν προγόνων ἡμῶν θύρας ἀνέῳξε κεκλεισμένας, τοῦτο δηλητήρια ἔσβεσε φάρμακα, τοῦτο κωνείου δύναμιν ἐξέλυσε, τοῦτο θηρίων ἰοβόλων δήγματα ἰάσατο. Εἰ γὰρ ᾅδου πύλας ἀνέῳξε, καὶ οὐρανῶν ἁψῖδας ἀνεπέτασε, καὶ παραδείσου εἴσοδον ἀνεκαίνισε, καὶ τοῦ διαβόλου τὰ νεῦρα ἐξέκοψε, τί θαυμαστὸν εἰ φαρμάκων δηλητηρίων περιγίνεται; Τοῦτο τοίνυν ἐγκόλαψον τῇ διανοίᾳ τῇ σῇ, καὶ τὴν σωτηρίαν περίπτυξαι τῶν ἡμετέρων ψυχῶν. Οὗτος γὰρ ὁ σταυρὸς τὴν οἰκουμένην ἔσωσε, τὴν πλάνην ἀπήλασε, τὴν ἀλήθειαν ἐπανήγαγε, τὴν γῆν οὐρανὸν ἐποίησε, τοὺς ἀνθρώπους ἀγγέλους εἰργάσατο. Διὰ τοῦτον οἱ δαίμονες οὐκ ἔτι φοβεροὶ, ἀλλ' εὐκαταφρόνητοι, οὐδὲ ὁ θάνατος θάνατος, ἀλλ' ὕπνος καὶ ἐγρηγόρησις. Διὰ τοῦτον τὰ τῆς σαρκὸς πάθη τὰ πολεμοῦντα τοὺς νηστεύοντας, ἀπομαραίνονται. Ἂν τοίνυν εἴποι σοί τις τῶν Ἰουδαίων· Τὸν ἐσταυρωμένον προσκυνεῖς; εἰπὲ φαιδρᾷ καὶ μεγάλῃ τῇ φωνῇ, καὶ γεγηθότι τῷ προσώπῳ· Ναὶ, καὶ προσκυνῶ, καὶ οὐ παύσομαι προσκυνῶν· κἂν γελάσῃ, δάκρυσον ὅτι μαίνεται, καὶ οὐ συνιεῖ τί φθέγγεται· καὶ τῷ Δεσπότῃ Χριστῷ εὐχαρίστησον, ὅτι τοιαῦτα ἡμᾶς εὐεργέτησεν, ἃ μηδὲ μαθεῖν δύναταί τις χωρὶς τῆς ἄνωθεν ἀποκαλύψεως. Διὰ τοῦτο καὶ οὗτος γελᾷ, ὅτι Ψυχικὸς ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος. Ἀλλὰ τί φησιν ὁ φρενόληπτος καὶ ἀγνώμων καὶ ἀπειθὴς Ἰουδαῖος; Εἰ οὖν Θεός ἐστιν ὁ Χριστὸς, ὥς φατε, καὶ Θεοῦ Υἱὸς, καὶ ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων ἐλήλυθε, διὰ τί τοιούτῳ θανάτῳ ἀσχήμῳ ἐσταύρωται; Πρὸς ὃν ἐροῦμεν ὀλίγα τῶν προφητῶν ἐκλεξάμενοι· Ἔδει τὸν Χριστὸν σταυρωθῆναι, ὦ παράνομε καὶ ἀγνώμων Ἰουδαῖε, ὅτι ὁ νόμος καὶ οἱ προφῆται οὕτως ἐκήρυξαν, σώζεσθαι τὴν ἀνθρωπότητα διὰ Χριστοῦ. Πρῶτος γὰρ Μωϋσῆς λέγει, Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν, καὶ οὐ μὴ πιστεύσητε τῇ ζωῇ ὑμῶν. Καὶ ὁ Ἡσαΐας· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος. Καὶ ὁ Ἱερεμίας, Δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ. Καὶ, Ἔδωκαν τὴν τιμὴν αὐτοῦ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέ μοι Κύριος. Καὶ ὅτι Θεός ἐστιν ὁ σταυρωθεὶς Χριστὸς, ἄκουσον τοῦ Ἔσδρα λέγοντος· Εὐλογητὸς Κύριος ὁ ἐκπετάσας τὰς χεῖρας αὐτοῦ, καὶ σώσας τὴν Ἱερουσαλὴμ κατέναντι τῶν ὀφθαλμῶν ἡμῶν. Καὶ ὅτι οἱ ὄφεις ἀπέκτεινον τὸν λαὸν, ὄφιν κελεύσει Θεοῦ κρεμάσας Μωϋσῆς ἐπὶ ξύλου, ἔλεγε· Τούτῳ προσέχετε, καὶ οὐ μὴ ἀποθάνητε. Καὶ πάλιν Ἱερεμίας λέγει, ὡς ἐκ προσώπου τῶν σταυρωσάντων αὐτόν· Δεῦτε καὶ ἐκτρίψωμεν αὐτὸν ἐκ γῆς ζώντων. Καὶ πάλιν ὁ Χριστὸς διὰ τοῦ αὐτοῦ προφήτου, Ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι, οὐκ ἔγνων. Καὶ πάλιν ὁ Δαυῒδ ὡς ἐκ προσώπου τοῦ Χριστοῦ· Ὤρυξαν χεῖράς μου καὶ πόδας μου, καὶ διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τῶν ἱματισμῶν μου ἔβαλον κλῆρον. Καὶ πάλιν, Διεπέτασα τὰς χεῖράς μου ὅλην τὴν ἡμέραν πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα, οἳ οὐκ ἐπορεύθησαν ὁδῷ ἀγαθῇ, ἀλλ' ὀπίσω τῶν ἁμαρτιῶν αὐτῶν. Ὅτι δὲ σεβάσμιος καὶ προσκυνητὸς ὁ τοῦ Χριστοῦ σταυρὸς καὶ ὁ τύπος αὐτοῦ, καὶ τοῦτο οἱ προφῆται διδάσκουσι· Δαυῒδ μὲν γὰρ λέγων· Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν, τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου· καὶ πάλιν· Ποίησον μετ' ἐμοῦ σημεῖον εἰς ἀγαθὸν, καὶ εἰδέτωσαν οἱ μισοῦντές με, καὶ αἰσχυνθήτωσαν. Καὶ ὁ Θεὸς δὲ διὰ Ἰεζεκιὴλ τοῦ προφήτου λέγει· Δὸς τὴν σημείωσιν ἐπὶ τὰ μέτωπα τῶν καταστεναζόντων καὶ κατοδυνωμένων ἐν πάσαις ἀνομίαις· καὶ διέλθετε, καὶ κόπτετε, καὶ μὴ ἐλεήσητε· πρεσβύτερον καὶ νεανίσκον, καὶ γυναῖκας καὶ νήπια θηλάζοντα ἐξαλείψατε· ἐπὶ δὲ τοὺς ἔχοντας τὸ σημεῖόν μου μὴ ἐγγίσητε. Καὶ ὁ Σολομὼν λέγει, Εὐλογεῖτε ξύλον, δι' οὗ γίνεται δικαιοσύνη. Καὶ ὁ Ἡσαΐας, πόθεν ἦν, καὶ ποῖα τὰ ξύλα τοῦ σταυροῦ, λέγει· Ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρῳ, ἅμα δοξάσαι τὸν τόπον τὸν ἅγιον. Καὶ Μωϋσῆς δὲ ξύλον βαλὼν εἰς Μεῤῥὰν, τὰ πικρὰ ὕδατα ἐγλύκανεν εἰς τύπον τοῦ σταυροῦ τοῦ Χριστοῦ τοῦ γλυκάναντος ἐκ τῆς πικρίας τῶν δαιμόνων τὸν κόσμον. Καὶ ἡ ῥάβδος Μωϋσέως ἡ σχίσασα τὴν πέτραν, εἰς τύπον ἦν τοῦ σταυροῦ τοῦ Χριστοῦ, τοῦ σχίσαντος τὰς καρδίας τῶν ἀνθρώπων, καὶ ἐμβαλόντος τὴν χάριν τοῦ ἁγίου Πνεύματος ἐν αὐτοῖς.