Ancient Greek
Section 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De angusta porta et in orationem dominicam [Sp.] 2.1
Not analysed yet
Διὰ τοῦτο λίαν ὀλοφυρόμενος τὴν περικεχυμένην ἄγνοιαν ταῖς τῶν ἀνθρώπων ψυχαῖς, καὶ τῆς ἐπικειμένης αὐτοῖς ἀχλύος τὴν παχύτητα, ἐβουλόμην μὲν εὑρεῖν σκοπιάν τινα ὑψηλὴν ὑποδεικνύουσάν μοι πάντα τὰ τῶν ἀνθρώπων γένη· ἐβουλόμην δὲ καὶ φωνῆς τυχεῖν, πάντα περιηχούσης τὰ πέρατα, καὶ πᾶσιν ἀρκούσης τοῖς ἐπὶ τῆς γῆς, καὶ στῆναι καὶ βοῆσαι, καὶ τὴν Δαυϊδικὴν ἐκείνην ἀνακράξαι φωνήν· Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἵνα τί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος, προτιμῶντες τῶν οὐρανίων τὰ φθειρόμενα; Ἕως πότε τοὺς ὀφθαλμοὺς μύετε, καὶ τὰ ὦτα βύετε, καὶ τῆς θείας φωνῆς οὐκ ἀκούετε, τῆς καθ' ἑκάστην ἡμέραν βοώσης· Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν, ζητεῖτε, καὶ εὑρήσετε, κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν· πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται; Ἐπειδὴ δέ τινες ἀτελέστερον διακείμενοι καὶ πρὸς τὰ βιωτικὰ μᾶλλον ἐπιῤῥεπῶς ἔχοντες, καὶ τοῖς φιλοσάρκοις ἐνηδυπαθοῦντες λογισμοῖς, οὐ καθηκόντως ποιοῦνται τὰς αἰτήσεις, τούτου χάριν ὁ κοινὸς Δεσπότης εὐχῆς ἡμῖν διδασκαλίαν ὑπέδειξεν, εἰπών· Ὅταν προσεύχησθε, μὴ βαττολογεῖτε, ὥσπερ οἱ ἐθνικοί· δοκοῦσι γὰρ, ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται· βαττολογίαν ὀνομάζων τὴν φλυαρίαν, τὴν διὰ πολλῶν μὲν λόγων προσφερομένην, ὠφελείας δὲ πάσης ἐστερημένην. Ὑπαινίττεται τοίνυν, ἀπαγορεύων τὴν βαττολογίαν ὁ Κύριος, μὴ χρῆναι τοὺς προσευχομένους αἰτεῖν τὰ ῥέοντα καὶ ἀπολλύμενα· μὴ σώματος ὡραιότητα, τὴν ὑπὸ χρόνου μαραινομένην, καὶ ὑπὸ νόσου δαπανωμένην, καὶ ὑπὸ θανάτου καλυπτομένην· τοιοῦτον γὰρ τὸ σωματικὸν κάλλος. Ἄνθος ἐστὶν ὀλιγοχρόνιον, πρὸς ὀλίγον μὲν φαινόμενον τῷ ἔαρι τῆς νεότητος. μετ' ὀλίγον δὲ φθειρόμενον ὑπὸ τῆς χρόνου παλαιότητος. Εἰ δὲ καὶ τὴν ὑπόστασιν αὐτοῦ τις ἐξετάζειν ἐθέλοι, τότε πλέον αὐτοῦ διαπτύειν δυνήσεται. Οὐδὲν γὰρ ἕτερόν ἐστιν, ἢ φλέγμα καὶ αἷμα καὶ ῥεῦμα καὶ τροφῆς διαμασηθείσης χυλός. Ἐκ τούτου γὰρ καὶ ὀφθαλμοὶ, καὶ παρειαὶ, καὶ ῥῖνες, καὶ ὀφρύες, καὶ χείλη, καὶ ὅλον ἀρδεύεται τὸ σῶμα· κἂν ἐπιλείψῃ ποτὲ ἡ τούτων ἀρδεία, συνεπιλείψει πάντως καὶ τοῦ προσώπου ἡ εὐμορφία. Μὴ πλοῦτον χρημάτων τὸν καθ' ὁμοιότητα τῶν ποταμίων ὑδάτων ἐπιῤῥέοντά τε καὶ μεταῤῥέοντα, καὶ νῦν μὲν παρὰ τοῦτον, νῦν δὲ παρ' ἐκεῖνον πηδῶντα, καὶ τοὺς κατέχοντας φεύγοντα, καὶ τοῖς φιλοῦσιν αὐτὸν παραμένειν οὐκ ἀνεχόμενον, καὶ μυρίους ἐπιβούλους ἔχοντα, καὶ σῆτας, καὶ λῃστὰς, καὶ συκοφάντας, καὶ ἐμπρησμοὺς, καὶ ναυάγια, καὶ πολέμων ἐφόδους, καὶ δήμων ἐπαναστάσεις, καὶ κακουργίας οἰκετῶν, καὶ γραμμάτων ἀφαιρέσεις, καὶ προσθήκας, καὶ μειώσεις, καὶ τἄλλα ὅσα τοῖς ἐρῶσι χρημάτων ὑπὸ τῆς φιλοπλουτίας ἐπιφύεται δεινά. Μὴ δυναστείαν ἀξιωμάτων· πολλὰ γὰρ καὶ ταύτῃ ἀλγεινὰ παραφύεται, φροντίδων τηκεδόνες, ἀγρυπνίαι συνεχεῖς, ἐπιβουλαὶ παρὰ τῶν φθονούντων, κατασκευαὶ παρὰ τῶν μισούντων, στωμυλία ῥητόρων τοῖς κατευγλωττισμένοις λόγοις ὑποκλέπτουσα τὴν ἀλήθειαν καὶ πολὺν τοῖς δικάζουσι προξενοῦσα κίνδυνον. Εἰσὶ γὰρ, εἰσὶ βαττολόγοι τινὲς, καὶ ματαιολόγοι, ταῦτά τε καὶ τὰ τοιαῦτα παρὰ τοῦ Θεοῦ τῶν ὅλων αἰτοῦντες, καὶ τῶν ὄντως ἀγαθῶν οὐδένα ποιούμενοι λόγον. Καὶ τὸν μὲν ἰατρὸν οὐχ οἱ νοσοῦντες διδάσκουσι τῶν φαρμάκων τὴν χρῆσιν, ἀλλὰ τῶν ὑπ' αὐτοῦ προσφερομένων ἀνέχονται μόνον, κἂν ἐπίπονος ᾖ ὁ τῆς θεραπείας τρόπος· καὶ τὸν κυβερνήτην οἱ πλέοντες οὐ κελεύουσι τοίωσδε κατέχειν τοὺς οἴακας, καὶ τὸ σκάφος ἰθύνειν, ἀλλ' ἐπὶ τῶν καταστρωμάτων καθήμενοι, τῆς ἐκείνου ἐπιστήμης ἀνέχονται, οὐ μόνον ἐξ οὐρίων φερόμενοι, ἀλλὰ καὶ τὸν ἔσχατον ὑπομένοντες κίνδυνον· τῷ Θεῷ δὲ μόνον, τῷ τὸ συμφέρον ἡμῖν ἀκριβῶς ἐπισταμένῳ διδόναι, οἱ τὰς φρένας κακῶς διακείμενοι παραχωρεῖν οὐκ ἀνέχονται, ἀλλ' αἰτοῦσιν ὡς ὠφέλιμα τὰ ὀλέθρια, ὅμοιον ποιοῦντες ἀῤῥώστῳ, τὸν ἰατρὸν δοῦναι αὐτῷ παρακαλοῦντι, οὐχ ὅσα λύει τὴν νόσον, ἀλλ' ὅσα τρέφει τὴν ὕλην τὴν τῆς νόσου μητέρα. Ἀλλ' οὐκ ἀνέξεται ὁ ἰατρὸς τῆς τοῦ κάμνοντος ἱκεσίας, ἀλλὰ κἂν δακρύοντα ἴδῃ καὶ ὀλοφυρόμενον, τῷ νόμῳ τῆς τέχνης ἀκολουθεῖ μᾶλλον, ἢ τοῖς τούτου δάκρυσιν ἐπικάμπτεται, καὶ τὴν ἀπείθειαν οὐκ ἀπανθρωπίαν, ἀλλὰ φιλανθρωπίαν ὀνομάζομεν· πειθόμενος μὲν γὰρ τῷ νοσοῦντι, καὶ τὰ πρὸς ἡδονὴν χαριζόμενος, τὰ πολεμίων εἰς αὐτὸν ἐργάζεται· ἀντιτείνων δὲ αὐτῷ, καὶ τῇ ἐπιθυμίᾳ μαχόμενος, ἐλέῳ κέχρηται καὶ φιλανθρωπίᾳ· οὕτω καὶ ὁ τῶν ἡμετέρων ψυχῶν ἰατρὸς οὐκ ἀνέχεται δοῦναι τοῖς αἰτοῦσι τὰ εἰς βλάβην αὐτοῖς ἐσόμενα. Οὔτε γὰρ οἱ φιλόστοργοι πατέρες τοῖς κομιδῇ νηπίοις μαχαίρας ἐπιζητοῦσιν ἢ πυρὸς ἄνθρακας, ὀρέγειν ἀνέχονται· ἴσασι γὰρ σαφῶς βλαβερὰν αὐτοῖς οὖσαν τὴν τοιαύτην δόσιν· τινὲς δὲ τῶν εἰς ἐσχάτην ἀλογίαν ἐκπεπτωκότων, οὐ μόνον σώματος ὡραιότητα, καὶ πλοῦτον, καὶ δυναστείαν, καὶ ὅσα τοιαῦτα παρὰ τοῦ τῶν ὅλων Θεοῦ αἰτοῦσιν, ἀλλὰ καὶ τοῖς ἐχθροῖς αὐτῶν ἐπαρῶνται, καί τινα τιμωρίαν ἐπενεχθῆναι αὐτοῖς ἱκετεύουσι, καὶ ὃν ἑαυτοῖς ἥμερον εἶναι καὶ φιλάνθρωπον εὔχονται, τοῦτον τοῖς ἐχθροῖς ἀνήμερον γενέσθαι καὶ ἀπάνθρωπον βούλονται. Ταῦτα τοίνυν ὁ Δεσπότης προαναστέλλων, παρεγγυᾷ μὲν μὴ βαττολογεῖν· διδάσκει δὲ τίνα χρὴ λέγειν ἐν τῇ προσευχῇ, καὶ ἐν ὀλίγοις ῥήμασι πᾶσαν ἀρετὴν ἐκπαιδεύει· οὐ μόνον γὰρ εὐχῆς ἐστι διδασκαλία ἐκεῖνα τὰ ῥήματα, ἀλλὰ καὶ βίου τελείου παιδαγωγία.