Ancient Greek
Section 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De angusta porta et in orationem dominicam [Sp.] 3.1
Not analysed yet
Τίνα δέ ἐστι ταῦτα, καὶ τίς ἡ τούτων ἔννοια, μετὰ πολλῆς ἀκριβείας ἐξετάσωμεν, καὶ ὡς θείους νόμους ἀσφαλῶς τηρήσωμεν. Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς. Ὢ πόση τῆς φιλανθρωπίας ἡ ὑπερβολή. ὢ πόση τῆς φιλοτιμίας ἡ ὑπεροχή. ποῖος ἀρκέσει λόγος πρὸς εὐχαριστίαν τοῦ τοσαῦτα πηγάζοντος ἡμῖν ἀγαθά; Σκόπησον, ἀγαπητὲ, τῆς σῆς καὶ τῆς ἐμῆς φύσεως τὴν εὐτέλειαν, ἐρεύνησον τὴν συγγένειαν, τὴν γῆν, τὸν χοῦν, τὸν πηλὸν, τὴν πλίνθον, τὴν σποδόν· ἀπὸ γὰρ τῆς γῆς διαπλασθέντες, πάλιν εἰς τὴν γῆν μετὰ τέλος ἀναλύομεν. Ταῦτα οὖν ἐννοήσας ἐκπλάγηθι τὸν ἀνεξιχνίαστον πλοῦτον τῆς πολλῆς περὶ ἡμᾶς τοῦ Θεοῦ ἀγαθότητος, ὅτι Πατέρα καλεῖν προσετάχθης αὐτὸν, ὁ γήϊνος τὸν οὐράνιον, ὁ θνητὸς τὸν ἀθάνατον, ὁ φθαρτὸς τὸν ἄφθαρτον, ὁ πρόσκαιρος τὸν αἰώνιον, ὁ χθὲς καὶ πρώην πηλὸς, τὸν ὄντα πρὸ τῶν αἰώνων Θεόν. Ἀλλ' οὐ μάτην ἐδιδάχθης ταύτην ἀφιέναι τὴν φωνὴν, ἀλλ' ἵνα τὴν ὑπὸ τῆς γλώττης σου προφερομένην τοῦ Πατρὸς ὀνομασίαν αἰδούμενος, μιμῇ αὐτοῦ τὴν ἀγαθότητα, ὡς καὶ ἀλλαχοῦ φησι· Γίνεσθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Οὐ δύναται γὰρ Πατέρα καλεῖν τὸν φιλάνθρωπον Θεὸν ὁ τὴν γνώμην ἔχων θηριώδη καὶ ἀπάνθρωπον· οὐδὲ γὰρ σώζει τοὺς χαρακτῆρας τοὺς ἐν τῷ ἐπουρανίῳ Πατρὶ ἀγαθότητος, ἀλλ' εἰς τὸ θηριῶδες εἶδος ἑαυτὸν μετεμόρφωσε, καὶ τῆς θεϊκῆς εὐγενείας ἐξέπεσε, κατὰ τὸ ὑπὸ τοῦ Δαυῒδ εἰρημένον· Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Ὅταν γάρ τις σκιρτᾷ μὲν ὡς ταῦρος, λακτίζῃ δὲ ὡς ὄνος, μνησικακῇ δὲ ὡς κάμηλος, καὶ γαστριμαργῇ μὲν ὡς ἄρκτος, ἁρπάζῃ δὲ ὡς λύκος, πλήττῃ δὲ ὡς σκορπίος, ὕπουλος δὲ ᾖ ὡς ἀλώπηξ, χρεμετίζῃ δὲ ἐπὶ γυναιξὶν ὡς ἵππος θηλυμανὴς, πῶς δύναται ὁ τοιοῦτος τὴν υἱῷ πρέπουσαν ἀναπέμψαι φωνὴν, καὶ Πατέρα ἑαυτοῦ καλεῖν τὸν Θεόν; Τί οὖν ὀνομάζεσθαι χρὴ τὸν τοιοῦτον; Θηρίον; Ἀλλὰ τὰ θηρία ἑνὶ τούτων τῶν ἐλαττωμάτων κατέχεται· οὗτος δὲ πάντα συναγαγὼν ἐν ἑαυτῷ, καὶ τῆς ἐκείνων ἀλογίας γέγονεν ἀλογώτερος. Καὶ τί λέγω θηρίον; Θηρίου παντὸς χαλεπώτερός ἐστιν ὁ τοιοῦτος. Ἐκεῖνα μὲν γὰρ, καίτοι κατὰ φύσιν ἄγρια ὄντα, ἀνθρωπίνης ἀπολαύσαντα τέχνης, ἥμερα πολλάκις γίνεται· οὗτος δὲ, ἄνθρωπος ὢν, καὶ τὴν ἐκείνων ἀγριότητα τὴν κατὰ φύσιν εἰς τὴν ἡμερότητα μεταβαλὼν τὴν παρὰ φύσιν, ποίαν ἕξει ἀπολογίαν, τὴν ἑαυτοῦ πραότητα τὴν κατὰ φύσιν εἰς ἀγριότητα ἐξάγων τὴν παρὰ φύσιν, καὶ τὸ μὲν ἄγριον φύσει ποιῶν ἥμερον, ἑαυτὸν δὲ τὸν ἥμερον φύσει ποιῶν ἄγριον; καὶ λέοντα μὲν τιθασσεύων, καὶ χειροήθη ποιῶν, τὸν δὲ θυμὸν τὸν ἴδιον λέοντος κατασκευάζων ἀγριώτερον; Καίτοι ἐκεῖ δύο ἐστὶ κωλύματα, καὶ τὸ λογισμοῦ ἐστερῆσθαι τὸ θηρίον, καὶ τὸ πάντων εἶναι θυμωδέστερον· ἀλλ' ὅμως διὰ τῆς παρὰ τοῦ Θεοῦ δοθείσης σοφίας, καὶ τῆς θηριώδους περιγίνεται φύσεως. Καὶ ὁ ἐπὶ τῶν θηρίων τὴν φύσιν νικῶν, ἐφ' ἑαυτοῦ μετὰ τῆς φύσεως καὶ τὸ τῆς προαιρέσεως ἀπόλλυσι καλόν· καὶ λέοντα μὲν ποιεῖ ἄνθρωπον, ἑαυτὸν δὲ περιορᾷ ἐξ ἀνθρώπου γινόμενον λέοντα· καὶ ἐκείνῳ μὲν τὰ ὑπὲρ φύσιν χαρίζεται, ἑαυτῷ δὲ οὐδὲ τὰ κατὰ φύσιν πορίζεται. Πῶς τοίνυν ὁ τοιοῦτος δυνήσεται Πατέρα καλεῖν τὸν Θεόν; Ὁ μέντοι περὶ τοὺς πλησίον ἥμερος καὶ φιλάνθρωπος, καὶ τοὺς εἰς αὐτὸν πλημμελοῦντας οὐκ ἀμυνόμενος, ἀλλ' εὐεργεσίαις τὰς ἀδικίας ἀμειβόμενος, οὐ κατακρίνεται Πατέρα καλῶν τὸν Θεόν. Πρόσεχε δὲ τῇ ἀκριβείᾳ τοῦ λόγου, πῶς ἡμῖν νομοθετεῖ τὸ φιλάλληλον, καὶ εἰς ἀγαπητικὴν ἅπαντας συνάπτει διάθεσιν. Οὐ γὰρ ἐκέλευε λέγειν, Πάτερ μου, ὁ ἐν τοῖς οὐρανοῖς, ἀλλὰ, Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἵνα κοινὸν Πατέρα ἔχειν διδαχθέντες, ἀδελφικὴν πρὸς ἀλλήλους δεικνύωμεν εὔνοιαν. Εἶτα διδάσκων ἡμᾶς καταλιπεῖν τὴν γῆν καὶ τὰ περὶ γῆν, καὶ μὴ κεχηνέναι κάτω, ἀλλὰ τῆς πίστεως λαβεῖν τὰ πτερὰ καὶ ἀναπτῆναι τὸν ἀέρα, καὶ διαβῆναι τὸν αἰθέρα καὶ ζητῆσαι τὸν καλούμενον Πατέρα, προσέταξε λέγειν· Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς· οὐκ ἐπειδὴ ἐν τοῖς οὐρανοῖς μόνον ἐστὶν ὁ Θεὸς, ἀλλ' ἵνα ἡμᾶς κάτω περὶ γῆν καλινδουμένους ἀνανεῦσαι εἰς οὐρανοὺς παρασκευάσῃ, καὶ τῷ κάλλει τῶν ἐπουρανίων ἀγαθῶν περιλάμψας, τὴν ἐπιθυμίαν ἡμῶν πᾶσαν ἐκεῖ μετενέγκῃ.