Ancient Greek
Section 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De angusta porta et in orationem dominicam [Sp.] 5.1
Not analysed yet
Καὶ ἐπειδὴ τῆς γῆς ἐμνημόνευσε, χρεία δὲ τοῖς ἐξ αὐτῆς γεγενημένοις καὶ ἐν αὐτῇ διαιτωμένοις, καὶ γηγενὲς σῶμα περικειμένοις, καὶ τῆς καταλλήλου τροφῆς, ἀναγκαίως ἐπήγαγε· Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Ἄρτον ἐκέλευσεν αἰτεῖν ἐπιούσιον, οὐ τρυφὴν, ἀλλὰ τροφὴν, τὴν τὸ ἐλλεῖπον ἀναπληροῦσαν τοῦ σώματος, καὶ τὸν ἐκ λιμοῦ κωλύουσαν θάνατον· οὐ τραπέζας φλεγμαινούσας, οὐδὲ ὄψων ποικιλίας, καὶ ὀψοποιῶν μαγγανείας, καὶ ἀρτοποιῶν ἐπινοίας, καὶ οἴνους ἀνθοσμίας, καὶ τἄλλα ὅσα τὸν μὲν λαιμὸν ἡδύνει, τὴν δὲ γαστέρα φορτίζει, τὴν δὲ διάνοιαν σκοτίζει, καὶ σκιρτᾷν τὸ σῶμα κατὰ τῆς ψυχῆς παρασκευάζει, καὶ δυσήνιον τῷ ἡνιόχῳ τὸν πῶλον ἐργάζεται. Οὐ ταῦτα ἡμᾶς αἰτεῖν ὁ λόγος ἐδίδαξεν, ἀλλ' Ἄρτον ἐπιούσιον, τοῦτ' ἔστιν, ἐπὶ τὴν οὐσίαν τοῦ σώματος διαβαίνοντα, καὶ συγκροτῆσαι ταύτην δυνάμενον. Καὶ τοῦτον δὲ οὐκ εἰς πολὺν ἐτῶν ἀριθμὸν αἰτεῖν ἐκελεύσθημεν, ἀλλὰ τὸν σήμερον ἡμῖν ἀρκοῦντα μόνον· Μὴ μεριμνήσητε γὰρ, φησὶν, εἰς τὴν αὔριον. Τί δήποτε γὰρ περὶ τῆς αὔριον φροντίζει τις, ὁ τὴν αὔριον οὐ πάντως ὀψόμενος, ἀλλὰ τὸν μὲν πόνον δεχόμενος, τὸν δὲ καρπὸν οὐ δρεπόμενος; Θάῤῥησον τῷ Θεῷ τῷ διδόντι τροφὴν πάσῃ σαρκί. Ὁ τὸ σῶμά σοι δεδωκὼς, καὶ τὴν ψυχὴν ἐμφυσήσας, καὶ ζῶόν σε λογικὸν κατασκευάσας, καὶ πάντα σοι τὰ ἀγαθὰ πρὸ διαπλάσεως ἑτοιμάσας, πῶς σε διαπλασθέντα παρόψεται, Ὃς ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους; Τούτῳ τοίνυν θαῤῥῶν, τὴν ἐφήμερον μόνην αἴτει τροφὴν, τῆς δὲ αὔριον αὐτῷ κατάλιπε τὴν φροντίδα, ὡς καὶ ὁ μακάριος ἔλεγε Δαυΐδ· Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει. Οὕτω διὰ τῶν εἰρημένων τὴν ἄκραν ἐκπαιδεύσας φιλοσοφίαν, εἰδὼς ὅτι τῶν ἀδυνάτων ἐστὶν, ἀνθρώπους ὄντας καὶ θνητὸν σῶμα περικειμένους μὴ πταίειν, ἐδίδαξε λέγειν· Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Τρία κατ' αὐτὸν ἀγαθὰ διὰ τοῦδε τοῦ λόγου πραγματεύεται· τοὺς μὲν ἄκρους τὴν ἀρετὴν μετριότητα διδάσκει φρονήματος, καὶ παρακελεύεται μὴ θαῤῥεῖν τοῖς κατορθώμασιν, ἀλλὰ δεδιέναι καὶ τρέμειν καὶ τῶν προτέρων ἁμαρτημάτων μνημονεύειν· ὡς καὶ ὁ θεσπέσιος ποιεῖ Παῦλος, μετὰ μυρία κατορθώματα λέγων· Ὅτι Ἰησοῦς Χριστὸς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ· οὐκ εἶπεν, ἤμην, ἀλλ', εἰμι, δεικνὺς ὅτι ἄπαυστον εἶχε τῶν εἰργασμένων τὴν μνήμην. Τοῖς μὲν οὖν ἄκροις τὴν ἀρετὴν ἀπὸ τῆς ταπεινοφροσύνης ἀσφάλειαν διὰ τούτων τῶν λόγων ἐμηχανήσατο· τοὺς δὲ πταίσαντας μετὰ τὴν τοῦ ἁγίου βαπτίσματος χάριν οὐκ ἀφίησιν ἀπογινώσκειν τῆς ἑαυτῶν σωτηρίας, ἀλλ' αἰτεῖν διδάσκει παρὰ τοῦ ἰατροῦ τῶν ψυχῶν τῆς ἀφέσεως τὰ φάρμακα. Πρὸς δὲ τούτοις, καὶ φιλανθρωπίας διδασκαλίαν ὁ λόγος ὑποτίθεται. Βούλεται γὰρ ἡμᾶς ἡμέρους εἶναι περὶ τοὺς ὑπευθύνους, ἀμνησικάκους περὶ τοὺς εἰς ἡμᾶς πλημμελοῦντας, καὶ τῇ περὶ τούτους συγγνώμῃ ἑαυτοῖς δωρεῖσθαι συγγνώμην, καὶ ἡμᾶς αὐτοὺς προεισφέρειν τῆς φιλανθρωπίας τὰ μέτρα. Τοσοῦτον γὰρ αἰτοῦμεν λαβεῖν, ὅσον τοῖς πλησίον παρέχομεν, καὶ τοσαύτης ἀξιοῦμεν συγγνώμης τυχεῖν, ὅσην τοῖς ὀφείλουσι δωρούμεθα. Πρὸς τούτοις ἐκελεύσθημεν λέγειν, Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Πολλὰ μὲν γὰρ ἡμῖν ἐκ διαβολικῆς ἐνεργείας προσγίνεται λυπηρὰ, πολλὰ δὲ καὶ ἐξ ἀνθρώπων, ἢ προφανῶς ἐπηρεαζόντων, ἢ ἀφανῶς ἐπιβουλευόντων. Καὶ τὸ σῶμα ποτὲ μὲν ἐπανιστάμενον τῇ ψυχῇ, χαλεπὴν ἐργάζεται βλάβην· ποτὲ δὲ παντοδαποῖς ἀῤῥωστήμασι περιπῖπτον ὀδύνας ἡμῖν ἐπιφέρει καὶ ἀχθηδόνας. Ἐπειδὴ τοίνυν πολλὰ καὶ διάφορά ἐστι πολλαχόθεν προσπίπτοντα λυπηρὰ, ἐδιδάχθημεν παρὰ τοῦ Θεοῦ τῶν ὅλων αἰτεῖν τὴν τούτων ἀπαλλαγήν. Αὐτοῦ γὰρ ἐπαμύνοντος, πᾶσα μὲν κατασβέννυται ζάλη, ὁ δὲ κλύδων εἰς γαλήνην μεθίσταται, καὶ ὑποχωρεῖ κατῃσχυμμένος ὁ πονηρὸς, καθάπερ ποτὲ τοὺς ἀνθρώπους καταλείπων κατὰ τῶν χοίρων ἐχώρησεν, οὐδὲ ἐκεῖνο ποιῆσαι τολμήσας δίχα τοῦ κελεύσαντος. Ὁ δὲ κατὰ χοίρων ἐξουσίαν οὐκ ἔχων, πῶς ἀνθρώπων ἐγρηγορότων καὶ νηφόντων, καὶ ὑπὸ Θεοῦ φυλαττομένων, καὶ βασιλέα οἰκεῖον ἡγουμένων αὐτὸν κρατῆσαι δυνήσεται; Διὰ τοῦτο καὶ τῷ τέλει τῆς προσευχῆς, τοῦ Θεοῦ τὴν βασιλείαν καὶ τὴν δύναμιν καὶ τὴν δόξαν ὑπέδειξεν, εἰπών· Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Ταῦτα γὰρ, φησὶν, αἰτῶ παρὰ σοῦ, ὅτι οἶδά σε βασιλέα πάντων, αἰώνιον κεκτημένον κράτος, καὶ πάντα δυνάμενον ὅσαπερ ἂν θέλῃς, καὶ δόξαν κεκτημένον ἀναφαίρετον. Ὑπὲρ δὲ τούτων ἁπάντων εὐχαριστήσωμεν τῷ τοσούτων ἡμᾶς ἀξιώσαντι ἀγαθῶν, ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ κράτος, τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.